<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0085.tlg001.perseus-grc2"><div type="textpart" subtype="episode"><sp><l n="465">ἐκ τῶνδʼ ὅπως τάχιστʼ ἀπάγξασθαι θεῶν.</l></sp><sp><speaker>Βασιλεύς</speaker><l n="466">ἤκουσα μαστικτῆρα καρδίας λόγον.</l></sp><sp><speaker>Χορός</speaker><l n="467">ξυνῆκας· ὠμμάτωσα γὰρ σαφέστερον.</l></sp><sp><speaker>Βασιλεύς</speaker><l n="468">καὶ πολλαχῇ γε δυσπάλαιστα πράγματα,</l><l n="469">κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται·</l><l n="470">ἄτης δʼ  ἄβυσσον πέλαγος οὐ μάλʼ  εὔπορον</l><l n="471">τόδʼ ἐσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν.</l><l n="472">εἰ μὲν γὰρ ὑμῖν μὴ τόδʼ ἐκπράξω χρέος,</l><l n="473">μίασμʼ ἔλεξας οὐχ ὑπερτοξεύσιμον.</l><l n="474">εἰ δʼ αὖθʼ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν</l><l n="475">σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους,</l><l n="476">πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν,</l><l n="477">ἄνδρας γυναικῶν οὕνεχʼ αἱμάξαι πέδον;</l><l n="478"><milestone ed="P" unit="para"/>ὅμως δʼ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον</l><l n="479">ἱκτῆρος· ὕψιστος γὰρ ἐν βροτοῖς φόβος.</l><l n="480">σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων,</l><l n="481">κλάδους τε τούτους αἶψʼ ἐν ἀγκάλαις λαβὼν</l><l n="482">βωμοὺς ἐπʼ ἄλλους δαιμόνων ἐγχωρίων</l><l n="483">θές, ὡς ἴδωσι τῆσδʼ ἀφίξεως τέκμαρ</l><l n="484">πάντες πολῖται, μηδʼ ἀπορριφθῇ ψόγος</l><l n="485">ἐμοῦ·  κατʼ ἀρχῆς γὰρ φιλαίτιος λεώς.</l><l n="486">καὶ γὰρ τάχʼ ἄν τις οἰκτίσας ἰδὼν τάδε</l><l n="487">ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου,</l><l n="488">ὑμῖν δʼ ἂν εἴη δῆμος εὐμενέστερος·</l><l n="489">τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει.</l></sp><milestone unit="card" n="490"/><sp><speaker>Δαναός</speaker><l n="490">πολλῶν τάδʼ ἡμῖν ἐστιν ἠξιωμένα,</l><l n="491">αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν.</l><l n="492">ὀπάονας δὲ φράστοράς τʼ ἐγχωρίων</l><l n="493">ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν</l></sp></div></div></body></text></TEI>