γένοιτʼ ἂν ἄλλα Κτησίου Διὸς χάριν· καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια, γένοιτο μύθου μῦθος ἂν θελκτήριος ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια . ὅπως δʼ ὅμαιμον αἷμα μὴ γενήσεται, δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη. ἦ κάρτα νείκους τοῦδʼ ἔσω παροίχομαι θέλω δʼ ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶν εἶναι. γένοιτο δʼ εὖ παρὰ γνώμην ἐμήν. Χορός πολλῶν ἄκουσον τέρματʼ αἰδοίων λόγων. Βασιλεύς ἤκουσα, καὶ λέγοις ἄν. οὔ με φεύξεται. Χορός ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλων Βασιλεύς τάχʼ ἂν γυναιξὶ ταῦτα συμπρεπῆ πέλοι. Χορός ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή— Βασιλεύς λέξον τίνʼ αὐδὴν τήνδε γηρυθεῖσʼ ἔσῃ. Χορός εἰ μή τι πιστὸν τῷδʼ ὑποστήσεις στόλῳ— Βασιλεύς τί σοι περαίνει μηχανὴ συζωμάτων; Χορός νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε. Βασιλεύς αἰνιγματῶδες τοὔπος· ἀλλʼ ἁπλῶς φράσον. Χορός ἐκ τῶνδʼ ὅπως τάχιστʼ ἀπάγξασθαι θεῶν. Βασιλεύς ἤκουσα μαστικτῆρα καρδίας λόγον. Χορός ξυνῆκας· ὠμμάτωσα γὰρ σαφέστερον. Βασιλεύς καὶ πολλαχῇ γε δυσπάλαιστα πράγματα, κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται· ἄτης δʼ ἄβυσσον πέλαγος οὐ μάλʼ εὔπορον τόδʼ ἐσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν. εἰ μὲν γὰρ ὑμῖν μὴ τόδʼ ἐκπράξω χρέος, μίασμʼ ἔλεξας οὐχ ὑπερτοξεύσιμον. εἰ δʼ αὖθʼ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν