ὁμοιΐαν θέμιν. τάδε φράσαι δίκαια Διόθεν κράτη. Βασιλεύς καὶ δὴ πέφρασμαι. δεῦρο δʼ ἐξοκέλλεται. ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγαν πᾶσʼ ἔστʼ ἀνάγκη, καὶ γεγόμφωται σκάφος στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον. ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή. καὶ χρημάτων μὲν ἐκ δόμων πορθουμένων, ἄτην γε μείζω καὶ μέγʼ ἐμπλήσας γόμου γένοιτʼ ἂν ἄλλα Κτησίου Διὸς χάριν· καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια, γένοιτο μύθου μῦθος ἂν θελκτήριος ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια . ὅπως δʼ ὅμαιμον αἷμα μὴ γενήσεται, δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη. ἦ κάρτα νείκους τοῦδʼ ἔσω παροίχομαι θέλω δʼ ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶν εἶναι. γένοιτο δʼ εὖ παρὰ γνώμην ἐμήν. Χορός πολλῶν ἄκουσον τέρματʼ αἰδοίων λόγων. Βασιλεύς ἤκουσα, καὶ λέγοις ἄν. οὔ με φεύξεται. Χορός ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλων Βασιλεύς τάχʼ ἂν γυναιξὶ ταῦτα συμπρεπῆ πέλοι. Χορός ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή— Βασιλεύς λέξον τίνʼ αὐδὴν τήνδε γηρυθεῖσʼ ἔσῃ. Χορός εἰ μή τι πιστὸν τῷδʼ ὑποστήσεις στόλῳ— Βασιλεύς τί σοι περαίνει μηχανὴ συζωμάτων; Χορός νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε. Βασιλεύς αἰνιγματῶδες τοὔπος· ἀλλʼ ἁπλῶς φράσον.