οὐδʼ αὖ τόδʼ εὖφρον, τάσδʼ ἀτιμάσαι λιτάς. ἀμηχανῶ δὲ καὶ φόβος μʼ ἔχει φρένας δρᾶσαί τε μὴ δρᾶσαί τε καὶ τύχην ἑλεῖν. Χορός τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει, φύλακα πολυπόνων βροτῶν, οἳ τοῖς πέλας προσήμενοι δίκας οὐ τυγχάνουσιν ἐννόμου. μένει τοι Ζηνὸς ἱκταίου κότος δυσπαραθέλκτους παθόντος οἴκτοις. Βασιλεύς εἴ τοι κρατοῦσι παῖδες Αἰγύπτου σέθεν νόμῳ πόλεως, φάσκοντες ἐγγύτατα γένους εἶναι, τίς ἂν τοῖσδʼ ἀντιωθῆναι θέλοι; δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν, ὡς οὐκ ἔχουσιν κῦρος οὐδὲν ἀμφὶ σοῦ. Χορός μή τί ποτʼ οὖν γενοίμαν ὑποχείριος κράτεσιν ἀρσένων. ὕπαστρον δέ τοι μῆχαρ ὁρίζομαι γάμου δύσφρονος φυγάν· ξύμμαχον δʼ ἑλόμενος δίκαν κρῖνε σέβας τὸ πρὸς θεῶν. Βασιλεύς οὐκ εὔκριτον τὸ κρῖμα. μή μʼ αἱροῦ κριτήν. εἶπον δὲ καὶ πρίν, οὐκ ἄνευ δήμου τάδε πράξαιμʼ ἄν, οὐδέ περ κρατῶν, μὴ καί ποτε εἴπῃ λεώς, εἴ πού τι μὴ τοῖον τύχοι, ἐπήλυδας τιμῶν ἀπώλεσας πόλιν. Χορός ἀμφοτέρους ὁμαίμων τάδʼ ἐπισκοπεῖ Ζεὺς ἑτερορρεπής, νέμων εἰκότως ἄδικα μὲν κακοῖς, ὅσια δʼ ἐννόμοις. τί τῶνδʼ ἐξ ἴσου ῥεπομένων μεταλ- γεῖς τὸ δίκαιον ἔρξας;