νεύονθʼ ὅμιλον τόνδʼ ἀγωνίων θεῶν. εἴη δʼ ἄνατον πρᾶγμα τοῦτʼ ἀστοξένων. μηδʼ ἐξ ἀέλπτων κἀπρομηθήτων πόλει νεῖκος γένηται· τῶν γὰρ οὐ δεῖται πόλις. Χορός ἴδοιτο δῆτʼ ἄνατον φυγὰν ἱκεσία Θέμις Διὸς κλαρίου. σὺ δὲ παρʼ ὀψιγόνου μάθε γεραιόφρων· ποτιτρόπαιον αἰδόμενος οὖνπερ ἱεροδόκα θεῶν λήματʼ ἀπʼ ἀνδρὸς ἁγνοῦ. Βασιλεύς οὔτοι κάθησθε δωμάτων ἐφέστιοι ἐμῶν. τὸ κοινὸν δʼ εἰ μιαίνεται πόλις, ξυνῇ μελέσθω λαὸς ἐκπονεῖν ἄκη. ἐγὼ δʼ ἂν οὐ κραίνοιμʼ ὑπόσχεσιν πάρος, ἀστοῖς δὲ πᾶσι τῶνδε κοινώσας πέρι. Χορός σύ τοι πόλις, σὺ δὲ τὸ δάμιον. πρύτανις ἄκριτος ὤν, κρατύνεις βωμόν, ἑστίαν χθονός, μονοψήφοισι νεύμασιν σέθεν, μονοσκήπτροισι δʼ ἐν θρόνοις χρέος πᾶν ἐπικραίνεις· ἄγος φυλάσσου. Βασιλεύς ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις, ὑμῖν δʼ ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ. οὐδʼ αὖ τόδʼ εὖφρον, τάσδʼ ἀτιμάσαι λιτάς. ἀμηχανῶ δὲ καὶ φόβος μʼ ἔχει φρένας δρᾶσαί τε μὴ δρᾶσαί τε καὶ τύχην ἑλεῖν. Χορός τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει, φύλακα πολυπόνων βροτῶν, οἳ τοῖς πέλας προσήμενοι δίκας οὐ τυγχάνουσιν ἐννόμου.