πρὶν πόδα χέρσῳ τῆ δʼ ἐν ἀσώδει θεῖναι, ξὺν ὄχῳ ταχυήρει πέμψατε πόντονδʼ· ἔνθα δὲ λαίλαπι χειμωνοτύπῳ, βροντῇ στεροπῇ τʼ ὀμβροφόροισίν τʼ ἀνέμοις ἀγρίας ἁλὸς ἀντήσαντες, ὄλοιντο, πρίν ποτε λέκτρων, ὧν θέμις εἴργει, σφετεριξάμενοι πατραδέλφειαν τήνδʼ ἀεκόντων ἐπιβῆναι. Χορός νῦν δʼ ἐπικεκλομένα Δῖον πόρτιν ὑπερ- πόντιον τιμάορʼ, ἶνίν τʼ ἀνθονομούσας προγόνου βοὸς ἐξ ἐπιπνοίας Ζηνὸς ἔφαψιν· ἐπωνυμίᾳ δʼ ἐπεκραίνετο μόρσιμος αἰὼν εὐλόγως, Ἔπαφόν τʼ ἐγέννασεν· Χορός ὅντʼ ἐπιλεξαμένα, νῦν ἐν ποιονόμοις ματρὸς ἀρχαίας τόποις τῶν πρόσθε πόνων μνασαμένα, τά τε νῦν ἐπιδείξω πιστὰ τεκμήρια γαιονόμοις, τὰ δʼ ἄελπτά περ ὄντα φανεῖται. γνώσεται δὲ λόγους τις ἐν μάκει. Χορός εἰ δὲ κυρεῖ τις πέλας οἰωνοπόλων ἔγγαιος οἶκτον οἰκτρὸν ἀίων, δοξάσει τις ἀκούειν ὄπα τᾶς Τηρεΐας