<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0085.tlg001.perseus-grc2"><div type="textpart" subtype="episode"><sp><l n="264">τήνδʼ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων,</l><l n="265">τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασιν</l><l n="266">χρανθεῖσʼ ἀνῆκε γαῖα μηνιταῖʼ ἄχη</l><l n="267">δρακονθόμιλον δυσμενῆ ξυνοικίαν.</l><l n="268">τούτων ἄκη τομαῖα καὶ λυτήρια</l><l n="269">πράξας ἀμέμπτως Ἆπις Ἀργείᾳ χθονὶ</l><l n="270">μνήμην ποτʼ ἀντίμισθον ηὕρετʼ ἐν λιταῖς.</l><l n="271"><milestone ed="P" unit="para"/>ἔχουσα δʼ ἤδη τἀπʼ ἐμοῦ τεκμήρια</l><l n="272">γένος τʼ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω.</l><l n="273">μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις.</l></sp><milestone unit="card" n="274"/><sp><speaker>Χορός</speaker><l n="274">βραχὺς τορός θʼ ὁ μῦθος· Ἀργεῖαι γένος</l><l n="275">ἐξευχόμεσθα, σπέρματʼ εὐτέκνου βοός·</l><l n="276">καὶ ταῦτʼ ἀληθῆ πάντα προσφύσω λόγῳ.</l></sp><sp><speaker>Βασιλεύς</speaker><l n="277">ἄπιστα μυθεῖσθʼ, ὦ ξέναι, κλύειν ἐμοί,</l><l n="278">ὅπως τόδʼ ὑμῖν ἐστιν Ἀργεῖον γένος.</l><l n="279">Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι</l><l n="280">γυναιξίν ἐστε κοὐδαμῶς ἐγχωρίαις.</l><l n="281">καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτόν,</l><l n="282">Κύπριος χαρακτήρ τʼ ἐν γυναικείοις τύποις</l><l n="283">εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων·</l><l n="284">τοίας τʼ ἀκούω νομάδας ἱπποβάμοσιν</l><l n="285">εἶναι καμήλοις ἀστραβιζούσας, χθόνα</l><l n="286">παρʼ Αἰθίοψιν ἀστυγειτονουμένας.</l><l n="287">καὶ τὰς ἀνάνδρους κρεοβόρους τʼ Ἀμαζόνας,</l><l n="288">εἰ τοξοτευχεῖς ἦτε, κάρτʼ ἂν ᾔκασα</l><l n="289">ὑμᾶς.  διδαχθεὶς <add>δʼ</add> ἂν τόδʼ εἰδείην πλέον,</l><l n="290">ὅπως γένεθλον σπέρμα τʼ Ἀργεῖον τὸ σόν.</l></sp><milestone unit="card" n="291"/><sp><speaker>Χορός</speaker><l n="291">κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ</l><l n="292">Ἰὼ γενέσθαι τῇ δʼ ἐν Ἀργείᾳ χθονί;</l></sp><sp><speaker>Βασιλεύς</speaker><l n="293">ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ.</l></sp></div></div></body></text></TEI>