φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν κεδνὰς ἐφετμάς. Ζεὺς δὲ γεννήτωρ ἴδοι· Δαναός ἴδοιτο δῆτα πρευμενοῦς ἀπʼ ὄμματος· Χορός θέλοιμʼ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν. Δαναός μή νυν σχόλαζε, μηχανῆς δʼ ἔστω κράτος. Χορός ὦ Ζεῦ, κόπων οἴκτιρε μὴ ἀπολωλότας. Δαναός κείνου θέλοντος εὖ τελευτήσει τάδε. Χορός Δαναός καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν κικλῄσκετε. Χορός καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους,— Δαναός ἁγνόν τʼ Ἀπόλλω, φυγάδʼ ἀπʼ οὐρανοῦ θεόν. Χορός εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη βροτοῖς. Δαναός συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων. Χορός τίνʼ οὖν κικλῄσκω τῶνδε δαιμόνων ἔτι; Δαναός ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ. Χορός ἀλλʼ εὖ τʼ ἔπεμψεν εὖ τε δεξάσθω χθονί. Δαναός Ἑρμῆς ὅδʼ ἄλλος τοῖσιν Ἑλλήνων νόμοις. Χορός ἐλευθέροις νυν ἐσθλὰ κηρυκευέτω. Δαναός πάντων δʼ ἀνάκτων τῶνδε κοινοβωμίαν σέβεσθʼ· ἐν ἁγνῷ δʼ ἑσμὸς ὡς πελειάδων ἵζεσθε κίρκων τῶν ὁμοπτέρων φόβῳ, ἐχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος. ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών; πῶς δʼ ἂν γαμῶν ἄκουσαν ἄκοντος πάρα ἁγνὸς γένοιτʼ ἄν; οὐδὲ μὴ ʼν Ἅιδου θανὼν φύγῃ ματαίων αἰτίας, πράξας τάδε. κἀκεῖ δικάζει τἀπλακήμαθʼ, ὡς λόγος, Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας. σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον, ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε.