πνεύματος εἶσι χειμών. Δαναός παῖδες, φρονεῖν χρή· ξὺν φρονοῦντι δʼ ἥκετε πιστῷ γέροντι τῷ δε ναυκλήρῳ πατρί. καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβὼν αἰνῶ φυλάξαι τἄμʼ ἔπη δελτουμένας. ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ· σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι· ὄχλον δʼ ὑπασπιστῆρα καὶ δορυσσόον λεύσσω, ξὺν ἵπποις καμπύλοις τʼ ὀχήμασιν· τάχʼ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται ὀπτῆρες εἶεν ἀγγέλων πεπυσμένοι. ἀλλʼ εἴτʼ ἀπήμων εἴτε καὶ τεθηγμένος ὠμῇ ξὺν ὀργῇ τόνδʼ ἐπόρνυται στόλον, ἄμεινόν ἐστι παντὸς εἵνεκʼ, ὦ κόραι, πάγον προσίζειν τόνδʼ ἀγωνίων θεῶν. κρεῖσσον δὲ πύργου βωμός, ἄρρηκτον σάκος ἀλλʼ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς ἱκετηρίας, ἁγάλματʼ αἰδοίου Διός, σεμνῶς ἔχουσαι διὰ χερῶν εὐωνύμων, αἰδοῖα καὶ γοεδνὰ καὶ ζαχρεῖʼ ἔπη ξένους ἀμείβεσθʼ, ὡς ἐπήλυδας πρέπει, τορῶς λέγουσαι τάσδʼ ἀναιμάκτους φυγάς. φθογγῇ δʼ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ, τὸ μὴ μάταιον δʼ ἐκ μετωποσωφρόνων ἴτω προσώπων ὄμματος παρʼ ἡσύχου. καὶ μὴ πρόλεσχος μηδʼ ἐφολκὸς ἐν λόγῳ γένῃ. τὸ τῇδε κάρτʼ ἐπίφθονον γένος. μέμνησο δʼ εἴκειν· χρεῖος εἶ ξένη φυγάς. θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας. Χορός πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις.