τί ποτʼ εὔπλοιαν ἔπραξαν ταχυπόμποισι διωγμοῖς; ὅ τί τοι μόρσιμόν ἐστιν, τὸ γένοιτʼ ἄν. Διὸς οὐ παρβατός ἐστιν μεγάλα φρὴν ἀπέρατος· μετὰ πολλῶν δὲ γάμων ἅδε τελευτὰ προτερᾶν πέλοι γυναικῶν. Δαναΐς ὁ μέγας Ζεὺς ἀπαλέξαι γάμον Αἰγυπτογενῆ μοι. Θεράπαινα τὸ μὲν ἂν βέλτατον εἴη· Δαναΐς σὺ δὲ θέλγοις ἂν ἄθελκτον. Θεράπαινα σὺ δέ γʼ οὐκ οἶσθα τὸ μέλλον. Δαναΐς τί δὲ μέλλω φρένα Δίαν καθορᾶν, ὄψιν ἄβυσσον; Θεράπαινα μέτριον νῦν ἔπος εὔχου· Δαναΐς τίνα καιρόν με διδάσκεις; Θεράπαινα τὰ θεῶν μηδὲν ἀγάζειν. Χορός Ζεὺς ἄναξ ἀποστεροί- η γάμον δυσάνορα δάιον, ὅσπερ Ἰὼ πημονᾶς ἐλύσατʼ εὖ χειρὶ παιωνίᾳ κατασχεθών, εὐμενῆ βίαν κτίσας. Χορός καὶ κράτος νέμοι γυναι- ξίν· τὸ βέλτερον κακοῦ καὶ τὸ δίμοιρον αἰνῶ, καὶ δίκᾳ δίκας ἕπε- σθαι, ξὺν εὐχαῖς ἐμαῖς, λυτηρίοις μαχαναῖς θεοῦ πάρα.