ἐμῆς δʼ ὀπώρας οὕνεκʼ εὖ θάρσει, πάτερ. εἰ γάρ τι μὴ θεοῖς βεβούλευται νέον, ἴχνος τὸ πρόσθεν οὐ διαστρέψω φρενός. Χορός Δαναΐδων ἴτε μὰν ἀστυάνακτας μάκαρας θεοὺς γανάοντες πολιούχους τε καὶ οἳ χεῦμʼ Ἐρασίνου περιναίουσιν παλαιόν. ὑποδέξασθε δʼ ὀπαδοὶ μέλος· αἶνος δὲ πόλιν τήνδε Πελασγῶν ἐχέτω, μηδʼ ἔτι Νείλου προχοὰς σέβωμεν ὕμνοις. Χορός Δαναΐδων ποταμοὺς δʼ οἳ διὰ χώρας θελεμὸν πῶμα χέουσιν πολύτεκνοι, λιπαροῖς χεύμασι γαίας τόδε μειλίσσοντες οὖδας. ἐπίδοι δʼ Ἄρτεμις ἁγνὰ στόλον οἰκτιζομένα, μηδʼ ὑπʼ ἀνάγκας γάμος ἔλθοι Κυθερείας· στυγίων πέλοι τόδʼ ἆθλον. Χορός Θεραπαινῶν Κύπριδος δʼ οὐκ ἀμελεῖ θεσμὸς ὅδʼ εὔφρων δύναται γὰρ Διὸς ἄγχιστα σὺν Ἥρᾳ. τίεται δʼ αἰολόμητις θεὸς ἔργοις ἐπὶ σεμνοῖς. μετάκοινοι δὲ φίλᾷ ματρὶ πάρεισιν Πόθος ᾇ τʼ οὐδὲν ἄπαρνον τελέθει θέλκτορι Πειθοῖ. δέδοται δʼ Ἁρμονίᾳ μοῖρʼ Ἀφροδίτας ψεδυρᾷ τρίβῳ τʼ Ἐρώτων. Χορός Θεραπαινῶν φυγάδεσσιν δʼ ἐπιπνοίας κακά τʼ ἄλγη πολέμους θʼ αἱματόεντας προφοβοῦμαι.