<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0085.tlg001.perseus-grc2"><div type="textpart" subtype="episode"><div type="textpart" subtype="lyric"><sp><l n="1">Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως</l><l n="2">στόλον ἡμέτερον νάιον ἀρθέντʼ</l><l n="3">ἀπὸ προστομίων λεπτοψαμάθων</l><l n="4">Νείλου.  Δίαν δὲ λιποῦσαι</l><l n="5">χθόνα σύγχορτον Συρίᾳ  φεύγομεν,</l><l n="6">οὔτινʼ ἐφʼ αἵματι δημηλασίαν</l><l n="7">ψήφῳ πόλεως γνωσθεῖσαν,</l><l n="8">ἀλλʼ αὐτογενεῖ φυξανορίᾳ</l><l n="9">γάμον Αἰγύπτου παίδων ἀσεβῆ</l><l n="10">ʼξʼονοταζόμεναι.</l><l n="11">Δαναὸς δὲ πατὴρ καὶ βούλαρχος</l><l n="12">καὶ στασίαρχος τάδε πεσσονομῶν</l><l n="13">κύδιστʼ ἀχέων ἐπέκρανε,</l><l n="14">φεύγειν ἀνέδην διὰ κῦμʼ ἅλιον,</l><l n="15">κέλσαι δʼ Ἄργους γαῖαν, ὅθεν δὴ</l><l n="16">γένος ἡμέτερον τῆς οἰστροδόνου</l><l n="17">βοὸς ἐξ ἐπαφῆς κἀξ ἐπιπνοίας</l><l n="18">Διὸς εὐχόμενον τετέλεσται.</l><l n="19">τίνʼ ἂν οὖν χώραν εὔφρονα μᾶλλον</l><l n="20">τῆσδʼ ἀφικοίμεθα</l><l n="21">σὺν τοῖσδʼ ἱκετῶν ἐγχειριδίοις</l><l n="22">ἐριοστέπτοισι κλάδοισιν;</l><l n="23">ὦ πόλις, ὦ γῆ, καὶ λευκὸν ὕδωρ,</l><l n="24">ὕπατοί τε θεοί, καὶ βαρύτιμοι</l><l n="25">χθόνιοι θήκας κατέχοντες,</l><l n="26">καὶ Ζεὺς σωτὴρ τρίτος, οἰκοφύλαξ</l><l n="27">ὁσίων ἀνδρῶν, δέξασθʼ ἱκέτην</l><l n="28">τὸν θηλυγενῆ στόλον αἰδοίῳ</l><l n="29">πνεύματι χώρας·  ἀρσενοπληθῆ δʼ</l><l n="30">ἑσμὸν ὑβριστὴν Αἰγυπτογενῆ,</l></sp></div></div></div></body></text></TEI>