Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως στόλον ἡμέτερον νάιον ἀρθέντʼ ἀπὸ προστομίων λεπτοψαμάθων Νείλου. Δίαν δὲ λιποῦσαι χθόνα σύγχορτον Συρίᾳ φεύγομεν, οὔτινʼ ἐφʼ αἵματι δημηλασίαν ψήφῳ πόλεως γνωσθεῖσαν, ἀλλʼ αὐτογενεῖ φυξανορίᾳ γάμον Αἰγύπτου παίδων ἀσεβῆ ʼξʼονοταζόμεναι. Δαναὸς δὲ πατὴρ καὶ βούλαρχος καὶ στασίαρχος τάδε πεσσονομῶν κύδιστʼ ἀχέων ἐπέκρανε, φεύγειν ἀνέδην διὰ κῦμʼ ἅλιον, κέλσαι δʼ Ἄργους γαῖαν, ὅθεν δὴ γένος ἡμέτερον τῆς οἰστροδόνου βοὸς ἐξ ἐπαφῆς κἀξ ἐπιπνοίας Διὸς εὐχόμενον τετέλεσται. τίνʼ ἂν οὖν χώραν εὔφρονα μᾶλλον τῆσδʼ ἀφικοίμεθα σὺν τοῖσδʼ ἱκετῶν ἐγχειριδίοις ἐριοστέπτοισι κλάδοισιν; ὦ πόλις, ὦ γῆ, καὶ λευκὸν ὕδωρ, ὕπατοί τε θεοί, καὶ βαρύτιμοι χθόνιοι θήκας κατέχοντες, καὶ Ζεὺς σωτὴρ τρίτος, οἰκοφύλαξ ὁσίων ἀνδρῶν, δέξασθʼ ἱκέτην τὸν θηλυγενῆ στόλον αἰδοίῳ πνεύματι χώρας· ἀρσενοπληθῆ δʼ ἑσμὸν ὑβριστὴν Αἰγυπτογενῆ,