καὶ βούλαρχον. τοῦ γὰρ προτέρα μῆτις, ὅπου χρὴ δώματα ναίειν καὶ τόπος εὔφρων. πᾶς τις ἐπειπεῖν ψόγον ἀλλοθρόοις εὔτυκος: εὔτυκος Spanheim: εὔτυκτος (in M ex εὖ τύκτος factum) codd. εἴη δὲ τὰ λῷστα. ξύν τ᾽ εὐκλείᾳ καὶ ἀμηνίτῳ βάξει λαῶν ἐν χώρῳ τῶν ἐγχώρων Hermann, ἐγχώρων Tucker τάσσεσθε, φίλαι δμωίδες, οὕτως ὡς ἐφ᾽ ἑκάστῃ διεκλήρωσεν Δαναὸς θεραποντίδα φερνήν. Δαναος ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών, θύειν τε λείβειν θ᾽, ὡς θεοῖς Ὀλυμπίοις, σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως. καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐγγενεῖς ἐγγενεῖς Heath: ἐκτενεῖς codd. φίλους φίλους G: φίλου ( ως supra ου scr.) M πικρῶς ἤκουσαν αὐτανεψίοις: αὐτανεψίοις Scaliger: αὐτανεψίους codd. ἐμοὶ δ᾽ ἐμοὶ δ᾽ Stanley: ἐμοῦ δ᾽ (ex ἐμοῦς factum) M ὀπαδοὺς τούσδε καὶ δορυσσόους ἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας, καὶ μὴ ʼξ ἀέλπτων μὴ ᾽ξ ἀέλπτων Paley: μήτ᾽ ἀέλπτως codd. δορικανεῖ μόρῳ δορικανεῖ μόρῳ Porson: δόρυκ᾽ ἀνημέρῳ M θανὼν λάθοιμι, χώρᾳ δ᾽ ἄχθος ἀείζων πέλοι. τοιῶνδε τυγχάνοντας ἐκ πρυμνῆς ἐκ πρυμνῆς scripsi: εὐπρυμνῆ codd. φρενὸς χάριν σέβεσθαι τιμιωτέραν λέγω. λέγω Schwerdt: ἐμοῦ codd. καὶ ταῦθ᾽ ἅμ᾽ ἐγγράψασθε ταῦθ᾽ ἅμ᾽ ἐγγράψασθε Hermann: ταῦτα μὲν γράψεσθε codd. πρὸς γεγραμμένοις πρὸς γεγραμμένοις Robortello: προσγεγραμμένους M πολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρός, ἀγνῶθ᾽ ὅμιλον ἐξελέγχεσθαι ἐξελέγχεσθαι Heimsoeth: ὡς ἐλέγχεσθαι codd. χρόνῳ. πᾶς δ᾽ ἐν μετοίκῳ γλῶσσαν εὔτυκον εὔτυκον Spanheim: εὔτυχον codd. φέρει κακήν, τό τ᾽ εἰπεῖν εὐπετὲς μύσαγμά πως.