στόλον γυναικῶν: τῶνδ᾽ ἐφήλωται τορῶς τῶνδ᾽ ἐφήλωται τορῶς Turnebus: τῶνδε φιλωταὶ τορῶ codd. γόμφος διαμπάξ, ὡς μένειν ἀραρότως. ταῦτ᾽ οὐ πίναξίν ἐστιν ἐγγεγραμμένα οὐδ᾽ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα, σαφῆ δ᾽ ἀκούεις ἐξ ἐλευθεροστόμου γλώσσης. κομίζου δ᾽ ὡς τάχιστ᾽ ἐξ ὀμμάτων. <Κηρυξ> ἔοιγμεν ἔοιγμεν Cobet: ἴσθιμεν τάδ᾽ codd. ἤδη πόλεμον ἀρεῖσθαι ἀρεῖσθαι Cobet: ἐρεισθε codd. (fuerat ἐρισθε ) M νέον. εἴη δὲ νίκη καὶ κράτη τοῖς ἄρσεσιν. <Βασιλευσ> ἀλλ᾽ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας εὑρήσετ᾽ οὐ πίνοντας ἐκ κριθῶν μέθυ. ὑμεῖς δὲ πᾶσαι ξὺν φίλαις φίλαις Schütz: φίλοις codd. ὀπάοσι θράσος λαβοῦσαι στείχετ᾽ εὐερκῆ πόλιν, πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην. κεκλῃμένην ] κεκλημένην ( ι supra scr.) M καὶ δώματ᾽ ἐστὶ πολλὰ μὲν τὰ δήμια, δεδωμάτωμαι δ᾽ οὐδ᾽ ἐγὼ σμικρᾷ χερί. ἔνθ᾽ ὑμίν ἔνθ᾽ ὑμίν Kirchhoff: εὐθυμεῖν codd. ἐστιν εὐτύκους εὐτύκους Porson: ἐντυχούση codd. ναίειν δόμους δόμοις codd. πολλῶν μετ᾽ ἄλλων: εἰ δέ τις μείζων χάρις, πάρεστιν οἰκεῖν καὶ μονορρύθμους μονορύθμους M δόμους. τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα πάρεστι, λωτίσασθε. λωτίσασθε Canter: λωτίσασθαι codd. προστάτης δ᾽ ἐγὼ ἀστοί τε πάντες, ὧνπερ ἥδε κραίνεται ψῆφος. τί τῶνδε κυριωτέρους μένεις; Χορος ἀλλ᾽ ἀντ᾽ ἀγαθῶν ἀγαθοῖσι ἀγαθοῖσι Porson: ἀγαθοῖς codd. βρύοις, δῖε Πελασγῶν. πέμψον δὲ πρόφρων δεῦρ᾽ ἡμέτερον πατέρ᾽ εὐθαρσῆ Δαναόν, πρόνοον