λέγοιμ᾽ λέγοιμ᾽ Heath: λέγοις codd. ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε. Βασιλευς ἀβουκόλητον τοῦτ᾽ ἐμῷ φρονήματι. Κηρυξ ἀλλ᾽ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον,— καὶ γὰρ πρέπει κήρυκ᾽ ἀπαγγέλλειν τορῶς ἕκαστα,—πῶς φῶ, πρὸς τίνος τ᾽ ἀφαιρεθεὶς ἥκειν ἥκειν m: ἥκοιν M γυναικῶν αὐτανέψιον στόλον; οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο Ἄρης: τὸ νεῖκος δ᾽ οὐκ ἐν ἀργύρου λαβῇ ἔλυσεν: ἀλλὰ πολλὰ γίγνεται πάρος πεσήματ᾽ ἀνδρῶν κἀπολακτισμοὶ βίου. βίου ] βίων bis per errorem citat Plutarchus, Mor. 517 F, 937 F <Βασιλευσ> τί σοι λέγειν χρὴ τοὔνομ᾽; ἐν χρόνῳ μαθὼν εἴσι σύ τ᾽ αὐτὸς χοἰ εἴσει σύ τ᾽ αὐτὸς χοἰ Bothe: εἰσθιγαυτος χοιϊ M, ἴσως γ᾽ αὐτὸς χ᾽ οἱ m ξυνέμποροι σέθεν. ταύτας δ᾽ ἑκούσας μὲν κατ᾽ εὔνοιαν φρενῶν ἄγοις ἄν, εἴπερ εὐσεβὴς πίθοι λόγος. λόγος Turnebus: λόγοις M G τοιάδε δημόπρακτος ἐκ πόλεως μία ψῆφος κέκρανται, μήποτ᾽ ἐκδοῦναι βίᾳ στόλον γυναικῶν: τῶνδ᾽ ἐφήλωται τορῶς τῶνδ᾽ ἐφήλωται τορῶς Turnebus: τῶνδε φιλωταὶ τορῶ codd. γόμφος διαμπάξ, ὡς μένειν ἀραρότως. ταῦτ᾽ οὐ πίναξίν ἐστιν ἐγγεγραμμένα οὐδ᾽ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα, σαφῆ δ᾽ ἀκούεις ἐξ ἐλευθεροστόμου γλώσσης. κομίζου δ᾽ ὡς τάχιστ᾽ ἐξ ὀμμάτων. <Κηρυξ> ἔοιγμεν ἔοιγμεν Cobet: ἴσθιμεν τάδ᾽ codd. ἤδη πόλεμον ἀρεῖσθαι ἀρεῖσθαι Cobet: ἐρεισθε codd. (fuerat ἐρισθε ) M νέον. εἴη δὲ νίκη καὶ κράτη τοῖς ἄρσεσιν. <Βασιλευσ> ἀλλ᾽ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας εὑρήσετ᾽ οὐ πίνοντας ἐκ κριθῶν μέθυ. ὑμεῖς δὲ πᾶσαι ξὺν φίλαις φίλαις Schütz: φίλοις codd. ὀπάοσι θράσος λαβοῦσαι στείχετ᾽ εὐερκῆ πόλιν, πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην. κεκλῃμένην ] κεκλημένην ( ι supra scr.) M καὶ δώματ᾽ ἐστὶ πολλὰ μὲν τὰ δήμια,