πῶς δ᾽ οὐχί; τἄμ᾽ ὀλωλόθ᾽ εὑρίσκων ἄγω. τἄμ᾽ ὀλωλόθ᾽ ... ἄγω Porson: τἀπολωλόθ᾽ ... ἐγώ codd. Βασιλευς ποίοισιν εἰπὼν προξένοις προξένοις Victorius: προσξένοις M ἐγχωρίοις; Κηρυξ Ἑρμῇ μεγίστῳ προξένῳ μαστηρίῳ. Βασιλευς θεοῖσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβει. Κηρυξ τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι. Βασιλευς οἱ δ᾽ ἐνθάδ᾽ οὐδέν, ὡς ἐγὼ σέθεν κλύω. κλύω Robortello: κάτω M G Κηρυξ ἄγοιμ᾽ ἄν, εἴ τις τάσδε μὴ ʼξαιρήσεται. Βασιλευς κλαίοις κλάοις recc.: κλάεις ( οι supra scr.) M ἄν, εἰ ψαύσειας, οὐ οὐ Robortello: οὐδὲ M G μάλ᾽ ἐς μακράν. Κηρυξ ἤκουσα τοὔπος οὐδαμῶς φιλόξενον. Βασιλευς οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας. Κηρυξ λέγοιμ᾽ λέγοιμ᾽ Heath: λέγοις codd. ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε. Βασιλευς ἀβουκόλητον τοῦτ᾽ ἐμῷ φρονήματι. Κηρυξ ἀλλ᾽ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον,— καὶ γὰρ πρέπει κήρυκ᾽ ἀπαγγέλλειν τορῶς ἕκαστα,—πῶς φῶ, πρὸς τίνος τ᾽ ἀφαιρεθεὶς ἥκειν ἥκειν m: ἥκοιν M γυναικῶν αὐτανέψιον στόλον; οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο Ἄρης: τὸ νεῖκος δ᾽ οὐκ ἐν ἀργύρου λαβῇ ἔλυσεν: ἀλλὰ πολλὰ γίγνεται πάρος πεσήματ᾽ ἀνδρῶν κἀπολακτισμοὶ βίου. βίου ] βίων bis per errorem citat Plutarchus, Mor. 517 F, 937 F <Βασιλευσ> τί σοι λέγειν χρὴ τοὔνομ᾽; ἐν χρόνῳ μαθὼν εἴσι σύ τ᾽ αὐτὸς χοἰ εἴσει σύ τ᾽ αὐτὸς χοἰ Bothe: εἰσθιγαυτος χοιϊ M, ἴσως γ᾽ αὐτὸς χ᾽ οἱ m ξυνέμποροι σέθεν. ταύτας δ᾽ ἑκούσας μὲν κατ᾽ εὔνοιαν φρενῶν ἄγοις ἄν, εἴπερ εὐσεβὴς πίθοι λόγος. λόγος Turnebus: λόγοις M G τοιάδε δημόπρακτος ἐκ πόλεως μία ψῆφος κέκρανται, μήποτ᾽ ἐκδοῦναι βίᾳ