ἰὼ γᾶ βοῦνι, πάνδικον βοῦνι Dindorf, πάνδικον Paley: βουνῖτι ἔνδικον codd. σέβας, τί πεισόμεσθα; ποῖ φύγωμεν Ἀπίας χθονός, κελαινὸν εἴ τι κεῦθός ἐστί που; μέλας γενοίμαν καπνὸς νέφεσσι νέφεσσι Arnaldus: νέφεσι codd. γειτονῶν Διός: τὸ πᾶν δ᾽ ἄφαντος ἀμπετὴς ἀμπετὴς Enger, ἄιστος ὡς C. G. Haupt: ἀμπετήσαις δόσως M ἄιστος ὡς κόνις ἄτερθε πτερύγων ὀλοίμαν. Χορος ἀλυκτὸν ἀλυκτὸν Hermann: ἄφυκτον codd. δ᾽ οὐκέτ᾽ ἂν πέλοι τέλος: τέλος Headlam: κέαρ codd. κελαινόχρως κελαινόχρως Pauw: μελανόχρως codd. δὲ πάλλεταί μου καρδία. πατρὸς σκοπαὶ δέ μ᾽ εἷλον: ita Victorius: πατροσκοπαιδὲ μεῖλον M οἴχομαι φόβῳ. θέλοιμι δ᾽ ἂν μορσίμου βρόχου τυχεῖν ἐν ἀρτάναις, ἀρτάναις P: σαργάναις M G E πρὶν ἄνδρ᾽ ἀπευκτὸν τῷδε χριμφθῆναι χροΐ: τῷδε χριμφθῆναι P, χροΐ E: τῶδ᾽ ἐχριμφθῆν χροῖν M πρόπαρ θανούσας δ᾽ Ἀίδας ἀνάσσοι. Χορος πόθεν δέ μοι γένοιτ᾽ ἂν αἰθέρος θρόνος, πρὸς ὃν νεφῶν νεφῶν Enger: νέφη δ᾽ codd. ὑδρηλὰ γίγνεται γείνεται M χιών, ἢ λισσὰς αἰγίλιψ ἀπρόσ- δεικτος οἰόφρων κρεμὰς γυπιὰς πέτρα, βαθὺ πτῶμα μαρτυροῦσά μοι, πρὶν δαΐκτορος βίᾳ καρδίας γάμου κυρῆσαι; Χορος κυσὶν κυσὶν Robortello: κύσειν M δ᾽ ἔπειθ᾽ ἕλωρα κἀπιχωρίοις ὄρνισι δεῖπνον δεῖπνον G: δείπναν M οὐκ ἀναίνομαι πέλειν: τὸ γὰρ θανεῖν ἐλευθεροῦ- ται φιλαιάκτων πόνων. [ἐλθέτω ἐλθέτω seclusit Pauw ] ἐλθέτω μόρος, πρὸ κοί- τας γαμηλίου τυχών.