πάτερ, φοβοῦμαι, νῆες ὡς ὠκύπτεροι ἥκουσι: μῆκος δ᾽ οὐδὲν ἐν μέσῳ χρόνου. περίφοβόν μ᾽ ἔχει τάρβος ἐτητύμως πολυδρόμου φυγᾶς ὄφελος εἴ τί μοι. παροίχομαι, πάτερ, δείματι. Δαναος ἐπεὶ τελεία ψῆφος Ἀργείων, τέκνα, θάρσει, μαχοῦνται περὶ σέθεν, σάφ᾽ οἶδ᾽ ἐγώ. <Χοροσ> ἐξῶλές ἐστι μάργον Αἰγύπτου γένος μάχης τ᾽ ἄπληστον: καὶ λέγω πρὸς εἰδότα. δοριπαγεῖς δορυπαγεῖς M δ᾽ ἔχοντες κυανώπιδας νῆας ἔπλευσαν ὧδ᾽ ἐπιτυχεῖ ἐπιτυχεῖ Turnebus: ἐπεὶ τάχει M: ἐπὶ τύχη in ἐπὶ τύχει correctum G κότῳ πολεῖ πολεῖ Stanley: πόλει codd. μελαγχίμῳ μελαγχίμῳ Turnebus: μελαχείμω M σὺν στρατῷ. Δαναος πολλοὺς δέ γ᾽ εὑρήσουσιν ἐν μεσημβρίας μεσημβρίας Schütz: μεσημβρίᾳ codd. θάλπει θάλπτει M βραχίον᾽ βραχίον᾽ Turnebus: βραχεῖον M G εὖ κατερρινημένους. <Χοροσ> μόνην δὲ μὴ πρόλειπε: πρόλειπε Turnebus: πρόλιπε M G λίσσομαι, πάτερ. γυνὴ μονωθεῖσ᾽ οὐδέν: οὐκ ἔνεστ᾽ Ἄρης. οὐλόφρονες οὐλόφρονες Valckenär: δουλόφρονες codd. δὲ καὶ δολιομήτιδες δολιομήτιδες margo Askewiana: δολομήτιδες codd.: μαινολομήτιδες Tucker δυσάγνοις φρεσίν, κόρακες ὥστε, βω- μῶν ἀλέγοντες οὐδέν. Δαναος καλῶς ἂν ἡμῖν ξυμφέροι ταῦτ᾽, ὦ τέκνα, εἰ σοί τε καὶ θεοῖσιν ἐχθαιροίατο. <Χοροσ> οὐ μὴ τριαίνας τάσδε καὶ θεῶν σέβη σέβη suspectum, fortasse iniuria: στέφη A. Nauck: βέλη Tucker δείσαντες ἡμῶν χεῖρ᾽ ἀπόσχωνται, πάτερ. περίφρονες δ᾽ ἄγαν ἀνιέρῳ μένει μεμαργωμένοι κυνοθρασεῖς, θεῶν οὐδὲν ἐπαΐοντες.