τρίτον τόδ᾽ ἐν θεσμίοις Δίκας γέγραπται μεγιστοτίμου. Δαναος εὐχὰς μὲν αἰνῶ τάσδε σώφρονας, φίλαι: ὑμεῖς δὲ μὴ τρέσητ᾽ ὑμεῖς δὲ μὴ τρέσητ᾽ Turnebus: ἡμεῖς δὲ μῆτρες ἀεὶ codd. ἀκούσασαι πατρὸς ἀπροσδοκήτους τούσδε καὶ νέους λόγους. ἱκεταδόκου γὰρ τῆσδ᾽ ἀπὸ σκοπῆς ὁρῶ τὸ πλοῖον. εὔσημον γὰρ οὔ με λανθάνει: στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς, καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπουσ᾽ ὁδόν, οἴακος εὐθυντῆρος εὐθυντῆρος Turnebus: συνουτῆρος M G E ὑστάτου νεὼς ἄγαν καλῶς κλύουσα, τοῖσιν τοῖσιν Herwerden: τῶς.ἂν (rasura post ς ) M οὐ φίλη. πρέπουσι δ᾽ ἄνδρες νάιοι νάιοι Dindorf: νήιοι M μελαγχίμοις γυίοισι γυίοισι Turnebus: γύοισι M G λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν, καὶ τἄλλα πλοῖα πᾶσά θ᾽ ἡ ʼπικουρία εὔπρεπτος: αὐτὴ δ᾽ ἡγεμὼν ὑπὸ χθόνα στείλασα λαῖφος παγκρότως ἐρέσσεται. ἀλλ᾽ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως πρὸς πρᾶγμ᾽ ὁρώσας τῶνδε μὴ ἀμελεῖν μὴ ἀμελεῖν M θεῶν. ἐγὼ δ᾽ ἀρωγοὺς ξυνδίκους θ᾽ ἥξω θήξω M λαβών. ἴσως γὰρ ἂν ἂν Burges: ἢ codd. κῆρυξ τις ἢ πρέσβη πρέσβη Lobeck, μόλοι P: πρεσβήμολοι M G μόλοι, ἄγειν θέλοντες ῥυσίων ἐφάπτορες. ἀλλ᾽ οὐδὲν ἔσται τῶνδε: μὴ τρέσητέ νιν. ὅμως <δ᾽ δ᾽ add. Geel > ἄμεινον, εἰ βραδύνοιμεν βοῇ, ἀλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτε. θάρσει: θάρσει Turnebus: θαρσεῖτε codd. χρόνῳ τοι κυρίῳ τ᾽ ἐν ἡμέρᾳ θεοὺς ἀτίζων τις βροτῶν δώσει δίκην.