ἁγνῶν τ᾽ ἐκ στομάτων φερέ- σθω φάμα φιλοφόρμιγξ. Χορος φυλάσσοι τ᾽ ἀτρεμαῖα ἀτρεμαῖα Butler: ἀτιμίας M G τιμὰς τὸ δάμιον, τὸ πτόλιν κρατύνει, προμαθὶς προμαθὶς Hermann: προμηθεὺς ( α supra η scr.) M εὐκοινόμητις ἀρχά: ξένοισί τ᾽ εὐξυμβόλους, πρὶν ἐξοπλίζειν Ἄρη, δίκας ἄτερ πημάτων διδοῖεν. Χορος θεοὺς δ᾽, οἳ γᾶν ἔχουσιν, αἰεὶ τίοιεν ἐγχωρίους πατρῴαις