δήμου κρατοῦσα χείρ θ᾽ χείρ θ᾽ Dindorf, ὅπῃ Dobree, πληθύνεται Hermann: χειροπληθύεται codd. ὅπῃ πληθύνεται. Δαναος ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως, ἀλλ᾽ ὥστ᾽ ἀνηβῆσαί με ἀνηβῆσαί με Tyrwhitt: ἂν ἡβήσαιμι M G γηραιᾷ φρενί: πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον: ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους κἀρρυσιάστους ξύν τ᾽ ἀσυλίᾳ βροτῶν: καὶ μήτ᾽ ἐνοίκων μήτ᾽ ἐπηλύδων τινὰ ἄγειν: ἐὰν δὲ προστιθῇ τὸ καρτερόν, τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ. τοιάνδ᾽ ἔπειθε ῥῆσιν ἀμφ᾽ ἡμῶν λέγων ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον μέγαν προφωνῶν προφωνῶν Canter: πρόφρων ὢν codd. μήποτ᾽ εἰσόπιν χρόνου πόλιν παχῦναι, ξενικὸν ἀστικόν θ᾽ ἅμα λέγων διπλοῦν μίασμα πρὸς πρὸς Paley: πρὸ codd. πόλεως φανὲν ἀμήχανον βόσκημα πημονῆς πέλειν. τοιαῦτ᾽ ἀκούων χερσὶν Ἀργεῖος λεὼς ἔκραν᾽ ἄνευ κλητῆρος ἔκραν᾽ ἄνευ κλητῆρος Turnebus: ἔκλαναν εὐκλήτορος M G ὡς εἶναι τάδε. δημηγόρους δ᾽ ἤκουσεν εὐπιθεῖς εὐπιθεῖς Blomfield: εὐπειθεῖς (mutato accentu in - θεὶς ) M στροφὰς δῆμος Πελασγῶν: Ζεὺς δ᾽ ἐπέκρανεν τέλος. Χορος ἄγε δή, λέξωμεν λέξωμεν Turnebus: λέξομεν M G ἐπ᾽ Ἀργείοις εὐχὰς ἀγαθάς, ἀγαθῶν ποινάς. Ζεὺς δ᾽ ἐφορεύοι ξένιος ξενίου στόματος τιμὰς ἐπ᾽ ἀληθείᾳ, τέρμον᾽ ἀπαντᾶν πρὸς ἄμεμπτον. ἀπαντᾶν πρὸς ἄμεμπτον Weil: ἀμέμπτων πρὸς ἅπαντα M