κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου. Χορος καὶ δή σφε λείπω χειρὶ καὶ λόγοις σέθεν. Βασιλευς λευρὸν κατ᾽ ἄλσος νῦν ἐπιστρέφου ἐπιστρέφου Robortello: ἐπιστρέφω codd. τόδε. Χορος καὶ πῶς βέβηλον ἄλσος ἂν ἄλσος ἂν m: ἄλσος M ῥύοιτό με; Βασιλευς οὔτοι πτερωτῶν ἁρπαγαῖς ἁρπαγαῖς Turnebus: ἅρπαγες codd. <σ᾽ σ᾽ add. Porson > ἐκδώσομεν. Χορος ἀλλ᾽ εἰ δρακόντων δυσφρόνων ἐχθίοσιν; Βασιλευς εὔφημον εἴη τοὔπος εὐφημουμένῃ. Χορος οὔτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρενός. Βασιλευς ἀεὶ γυναικῶν γυναικῶν Linwood: δ᾽ ἀνάκτων codd. ἐστὶ δεῖμ᾽ ἐξαίσιον. Χορος σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα. φρένα Heath: φρενί codd. Βασιλευς ἀλλ᾽ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ. ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους στείχω, στείχω Weil: πιετω m τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ: καὶ σὸν διδάξω πατέρα ποῖα ποῖα supra scr. in P: τοῖα codd. χρὴ λέγειν. πρὸς ταῦτα μίμνε καὶ θεοὺς ἐγχωρίους desunt in M, in marg. scr. m λιταῖς παραιτοῦ τῶν σ᾽ ἔρως ἔχει τυχεῖν. ἐγὼ δὲ ταῦτα πορσυνῶν πορσυνῶν Heath: πορσύνων codd. ἐλεύσομαι: πειθὼ δ᾽ ἕποιτο καὶ τύχη πρακτήριος. Χορος ἄναξ ἀνάκτων, μακάρων μακάρτατε καὶ τελέων τελειότατον κράτος, ὄλβιε Ζεῦ, πιθοῦ πιθοῦ Stanley: πείθου codd. τε καὶ γένει σῷ γένει σῷ Schütz, Lobeck: γενέσθω codd. ἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας: λίμνᾳ δ᾽ ἔμβαλε πορφυροειδεῖ λίμνᾳ ... πορφυροειδεῖ ex λίμνα. (erasa littera) πορφυροειδῆ ut videtur correctum M τὰν μελανόζυγ᾽ ἄταν. Χορος τὸ πρὸς γυναικῶν <δ᾽ δ᾽ add. Tucker > ἐπιδὼν παλαίφατον ἁμέτερον γένος φιλίας προγόνου γυναικὸς νέωσον εὔφρον᾽ αἶνον, γενοῦ πολυμνάστωρ, ἔφαπτορ ἔφαπτορ (Askewio duce) Porson: ἐφάπτωρ codd. Ἰοῦς,