πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν, ἄνδρας γυναικῶν οὕνεχ᾽ αἱμάξαι πέδον; ὅμως δ᾽ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον ἱκτῆρος: ὕψιστος γὰρ ἐν βροτοῖς φόβος. σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων, κλάδους τε τούτους αἶψ᾽ ἐν ἀγκάλαις λαβὼν βωμοὺς ἐπ᾽ ἄλλους δαιμόνων ἐγχωρίων θές, ὡς ἴδωσι τῆσδ᾽ ἀφίξεως τέκμαρ πάντες πολῖται, μηδ᾽ ἀπορριφθῇ λόγος ἐμοῦ: κατ᾽ ἀρχῆς γὰρ φιλαίτιος λεώς. καὶ γὰρ τάχ᾽ ἄν τις οἰκτίσας ἰδὼν οἰκτίσας ἰδὼν Hermann: οἶκτος εἰσιδῶν codd. τάδε ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου, ὑμῖν δ᾽ ἂν εἴη δῆμος εὐμενέστερος: τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει. Δαναος πολλῶν τάδ᾽ ἡμῖν ἐστιν ἠξιωμένα, αἰδοῖον εὑρεθέντα εὑρεθέντα Porson: εὖρ᾽ ἐοντα mutatum in εὖ ῥέοντα M πρόξενον πρόξενονγ Canter: προσξένον M λαβεῖν. ὀπάονας δὲ φράστοράς τ᾽ ἐγχωρίων ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων πολισσούχων ex πολισσούχους factum M: πολισσούχων codd. cett. θεῶν multa tentantur: πολυξέστας Hermann, περιστύλους Paley, alii alia; quid exciderit incertum βωμοὺς προνάους καὶ †πολισσούχων ἕδρας εὕρωμεν, ἀσφάλεια δ᾽ ᾖ ἀσφάλεια δ᾽ ᾖ Turnebus: ἀσφαλείας δὲ M G E δι᾽ ἄστεως ἀστέως ( ο supra scr. m) M στείχουσι: μορφῆς δ᾽ οὐχ ὁμόστολος φύσις. Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος τρέφει. φύλαξαι μὴ θράσος τέκῃ φόβον: καὶ δὴ φίλον τις ἔκταν᾽ ἀγνοίας ὕπο. Βασιλευς στείχοιτ᾽ ἄν, ἄνδρες: εὖ γὰρ ὁ ξένος λέγει. ἡγεῖσθε βωμοὺς ἀστικούς, ἀστικούς Turnebus: ἀστίκτους codd. θεῶν ἕδρας: καὶ ξυμβολοῦσιν ξυμβολοῦσιν ex schol. Valckenär: ξυμβόλοισιν codd. οὐ πολυστομεῖν χρεὼν ναύτην ἄγοντας τόνδ᾽ ἐφέστιον θεῶν. Χορος τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι: ἐγὼ δὲ πῶς δρῶ; ποῦ θράσος νέμεις νέμεις ] νεμεῖς Porson ἐμοί;