καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια, γένοιτο μύθου μῦθος ἂν θελκτήριος θελκτήριος Turnebus (et ante correctionem G): θελκτηρίοις M [ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια]: seclusit Geel: alii retinent ante 447 translatum ὅπως δ᾽ ὅμαιμον ὅμαιμον ] ὁμαῖμον ex ὁμαίμων factum M αἷμα μὴ γενήσεται, δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη. ἦ κάρτα νείκους τοῦδ᾽ ἐγὼ παροίχομαι: θέλω δ᾽ ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶν εἶναι: γένοιτο δ᾽ εὖ παρὰ γνώμην ἐμήν. Χορος πολλῶν ἄκουσον τέρματ᾽ αἰδοίων λόγων. Βασιλευς ἤκουσα, καὶ λέγοις ἄν: οὔ με φεύξεται. Χορος ἔχω στρόφους στρόφους Scaliger: στρόβους codd. ζώνας τε, συλλαβὰς πέπλων. Βασιλευς τάχ᾽ τάχ᾽ ἂν Marckscheffel: τύχαν M G E ἂν γυναιξὶ γυναιξὶ (duce Wecklein) Tucker: γυναικῶν codd. ταῦτα συμπρεπῆ πέλοι. Χορος ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή— καλή Turnebus: καλεῖ codd. Βασιλευς λέξον τίν᾽ αὐδὴν τήνδε γηρυθεῖσ᾽ γηρυθεῖσ᾽ Turnebus: γηρυθεὶς M ἔσει. Χορος εἰ μή τι πιστὸν τῷδ᾽ ὑποστήσεις ὑποστήσεις Wellauer: ὑποστήσει codd. στόλῳ— Βασιλευς τί σοι περαίνει μηχανὴ συζωμάτων; Χορος νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε. Βασιλευς αἰνιγματῶδες τοὔπος: ἀλλ᾽ ἁπλῶς ἀλλ᾽ ἁπλῶς Abresch: ἀλλὰ πῶς codd. φράσον. Χορος ἐκ τῶνδ᾽ ὅπως τάχιστ᾽ ἀπάγξασθαι θεῶν. Βασιλευς ἤκουσα μαστικτῆρα μαστικτῆρα Auratus: μακιστῆρα codd. καρδίας λόγον. Χορος ξυνῆκας: ὠμμάτωσα γὰρ σαφέστερον. Βασιλευς καὶ [μὴν μὴν seclusit Turnebus ] πολλαχῇ μὴν πυκνῇ Campbell γε δυσπάλαιστα πράγματα, κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται: ἄτης δ᾽ ἄβυσσον πέλαγος οὐ μάλ᾽ εὔπορον τόδ᾽ ἐσβέβηκα, ἐσβέβηκα Spanheim: ἐσέβηκα (- κε G) codd. κοὐδαμοῦ λιμὴν κακῶν. εἰ μὲν γὰρ ὑμῖν μὴ τόδ᾽ ἐκπράξω χρέος, μίασμ᾽ ἔλεξας οὐχ ὑπερτοξεύσιμον: εἰ δ᾽ αὖθ᾽ ὁμαίμοις ὁμαίμοις Turnebus: ὁμαίμους codd. παισὶν Αἰγύπτου σέθεν σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους,