δυσπαραθέλκτους δυσπαραθέλκτους Burges: ὦ δυσπαρθέλκτοις M παθόντος οἴκτοις. Βασιλευς εἴ τοι κρατοῦσι παῖδες Αἰγύπτου σέθεν νόμῳ πόλεως, φάσκοντες ἐγγύτατα γένους εἶναι, τίς τίς Victorius: τίσδ᾽ M ἂν τοῖσδ᾽ ἀντιωθῆναι θέλοι; θέλει M, οι supra ει scr. m δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν, ὡς οὐκ ἔχουσι κῦρος οὐδὲν ἀμφὶ σοῦ. Χορος μή τί ποτ᾽ οὖν γενοίμαν ὑποχείριος ὑποχείριος Robortello: ὑποχέριος M G P κράτεσιν ἀρσένων. ὕπαστρον δέ τοι μῆχαρ ὁρίζομαι γάμου δύσφρονος φυγάν: φυγάν Heath: φυγαί codd. ξύμμαχον δ᾽ ἑλόμενος δίκαν κρῖνε σέβας τὸ πρὸς θεῶν. Βασιλευς οὐκ εὔκριτον τὸ κρῖμα: μή μ᾽ αἱροῦ κριτήν. εἶπον δὲ καὶ πρίν, οὐκ ἄνευ δήμου τάδε πράξαιμ᾽ ἄν, οὐδέ περ κρατῶν, μὴ καί μὴ καί Canter: καὶ μή codd. ποτε εἴπῃ λεώς, εἴ πού τι κἀλλοῖον κἀλλοῖον Tucker: καὶ μὴ τοῖον codd. τύχοι, τύχοι Porson: τυχθῆ M “ἐπήλυδας ἐπήλυδας Robortello: εἰπήλυδας M τιμῶν ἀπώλεσας πόλιν.” Χορος ἀμφοτέροις ἀμφοτέροις Schütz: ἀμφοτέρους codd. ὁμαίμων τάδ᾽ ἐπισκοπεῖ Ζεὺς ἑτερορρεπής, νέμων εἰκότως ἄδικα μὲν κακοῖς, ὅσια δ᾽ ἐννόμοις. τί τῶνδ᾽ ἐξ ἴσου ῥεπομένων μεταλ- γὲς μεταλγὲς scripsi (v. ad 111): μεταλγεῖς codd.: posses et μεταλγῇς scribere τὸ δίκαιον ἔρξαι; Βασιλευς δεῖ τοι βαθείας φροντίδος σωτηρίου, δίκην κολυμβητῆρος, ἐς βυθὸν μολεῖν δεδορκὸς ὄμμα, μηδ᾽ ἄγαν ᾠνωμένον: ᾠνωμένον Salvinius: ὠνωμένων codd. ὅπως ἄνατα ταῦτα πρῶτα μὲν πόλει, αὐτοῖσί θ᾽ ἡμῖν ἐκτελευτήσει καλῶς, καὶ μήτε δῆρις ῥυσίων ἐφάψεται μήτ᾽ ἐν θεῶν ἕδραισιν ὧδ᾽ ἱδρυμένας ἐκδόντες ὑμᾶς τὸν πανώλεθρον θεὸν βαρὺν ξύνοικον θησόμεσθ᾽ θησόμεσθ᾽ Victorius: θησόμεθ᾽ M ἀλάστορα,