εἴη δ᾽ ἄνατον πρᾶγμα τοῦτ᾽ ἀστοξένων. μηδ᾽ ἐξ ἀέλπτων κἀπρομηθήτων πόλει νεῖκος γένηται: τῶν γὰρ οὐ δεῖται πόλις. Χορος ἴδοιτο δῆτ᾽ δῆτ᾽ Pauw: δῆτα τὰν codd. ἄνατον φυγὰν ἱκεσία Θέμις Διὸς κλαρίου. σὺ δὲ παρ᾽ ὀψιγόνου μάθε γεραιόφρων: γεραιόφρων Burges: γεραφρόνων codd. ποτιτρόπαιον αἰδόμενος †οὖνπερ οὖνπερ ] ex scholio οὐ πτωχεύσεις conicit εὐπορεῖς C. G. Haupt, οὐ πένει Scholefield ἱεροδόκα† . . corruptis vv. multa desunt θεῶν λήματ᾽ ἀπ᾽ ἀνδρὸς ἁγνοῦ. Βασιλευς οὔτοι κάθησθε δωμάτων ἐφέστιοι ἐμῶν. τὸ κοινὸν δ᾽ εἰ μιαίνεται πόλις, ξυνῇ μελέσθω λαὸς ἐκπονεῖν ἐκπονεῖν Turnebus: ἐκπνοεῖν M G E: εἰσπνοεῖν P ἄκη. ἐγὼ δ᾽ ἂν οὐ κραίνοιμ᾽ ὑπόσχεσιν πάρος, πάρος Sophianus: παρακρος M ἀστοῖς δὲ πᾶσι τῶνδε ἀστοῖς ... τῶνδε Scaliger: ἀστῶν ... τοῖσδε codd. κοινώσας πέρι. Χορος σύ τοι πόλις, σὺ δὲ τὸ δάμιον: πρύτανις ἄκριτος ὤν, κρατύνεις βωμόν, ἑστίαν χθονός, μονοψήφοισι νεύμασιν σέθεν, μονοσκήπτροισι δ᾽ ἐν θρόνοις θρόνοις Pauw: χρόνοισι codd. χρέος πᾶν ἐπικραίνεις: ἄγος ἄγος Robortello: ἄλγος codd. φυλάσσου. Βασιλευς ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις, ὑμῖν δ᾽ ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ: οὐδ᾽ αὖ τόδ᾽ εὖφρον, τάσδ᾽ ἀτιμάσαι λιτάς. ἀμηχανῶ δὲ καὶ φόβος μ᾽ ἔχει φρένας δρᾶσαί τε μὴ δρᾶσαί τε μὴ δρᾶσαί τε Robortello: μηδράσητε M καὶ τύχην ἑλεῖν. Χορος τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει, ἐπισκόπει Robortello: ἐπισκοπεῖ M G φύλακα πολυπόνων βροτῶν, οἳ τοῖς πέλας προσήμενοι δίκας οὐ τυγχάνουσιν ἐννόμου. μένει τοι Ζηνὸς ἱκταίου κότος