τἀρχαῖον. ἀλλὰ πῶς πατρῷα δώματα λιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη; Χορος ἄναξ Πελασγῶν, αἰόλ᾽ ἀνθρώπων κακά. πόνου δ᾽ ἴδοις δ᾽ ἴδοις Turnebus: δείδοις M ἂν οὐδαμοῦ ταὐτὸν πτερόν: πτερόν Turnebus: πότερον codd. ἐπεὶ τίς ηὔχει τήνδ᾽ ἀνέλπιστον φυγὴν κέλσειν κέλσειν Robortello: κέλσειεν codd. ἐς Ἄργος κῆδος ἐγγενὲς τὸ πρίν, ἔχθει μεταπτοιοῦσαν ἔχθει μεταπτοιοῦσαν Turnebus: ἔχει μετὰ πτοίουσαν M εὐναίων γάμων; Βασιλευς τί φῂς ἱκνεῖσθαι τῶνδ᾽ ἀγωνίων θεῶν, λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους; Χορος ὡς μὴ γένωμαι δμωὶς Αἰγύπτου γένει. Βασιλευς πότερα κατ᾽ ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις; Χορος τίς δ᾽ ἂν φίλους ὄνοιτο ὄνοιτο Robortello: ὤνοιτο codd. τοὺς κεκτημένους; Βασιλευς σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς. desunt in M personarum notae Χορος καὶ δυστυχούντων γ᾽ γ᾽ Turnebus: τ᾽ codd. εὐμαρὴς ἀπαλλαγή. Βασιλευς πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω; Χορος αἰτοῦσι μὴ ʼκδοὺς ʼκ̓δοὺς Schütz: ᾽κ᾽δῷς codd. παισὶν Αἰγύπτου πάλιν. Βασιλευς βαρέα σύ γ᾽ εἶπας, πόλεμον ἄρασθαι ἄρασθαι Robortello: αἴρασθαι M νέον. Χορος ἀλλ᾽ ἡ δίκη γε ξυμμάχων ὑπερστατεῖ. βασιλεύς εἴπερ γ᾽ ἀπ᾽ ἀρχῆς πραγμάτων κοινωνὸς κοινωνὸς Robortello: κοινὸς codd. ἦν. Χορος αἰδοῦ σὺ πρύμναν πόλεος ὧδ᾽ ἐστεμμένην. πόλεος ... ἐστεμμένην Turnebus: πόλεως ... ἐστεμμένη codd. Βασιλευς πέφρικα πέφρικα Robortello: πέφυκα codd. λεύσσων τάσδ᾽ ἕδρας τάσδ᾽ ἕδρας Victorius: τὰσδέδρα M κατασκίους. Χορος βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος. Χορος Παλαίχθονος τέκος, κλῦθί μου πρόφρονι καρδίᾳ, Πελασγῶν ἄναξ. ἴδε με τὰν με τὰν Stephanus: μέγαν codd. ἱκέτιν φυγάδα περίδρομον, λυκοδίωκτον λυκοδίωκτον Hermann: λευκοδικτον codd. ὡς δάμαλιν ἂμ πέτραις ἀμπέτραις M ἠλιβάτοις, ἵν᾽ ἠλιβάτοις, ἵν᾽ Valckenär: ἠλιβάτοισιν codd. ἀλκᾷ πίσυνος μέμυ- κε φράζουσα βοτῆρι μόχθους. Βασιλευς ὁρῶ κλάδοισι νεοδρόποις κατάσκιον νεύονθ᾽ νεύονθ᾽ Bamberger: νέονθ᾽ codd. ὅμιλον τόνδ᾽ τόνδ᾽ Hermann: τῶνδ᾽ codd. ἀγωνίων θεῶν.