ποδαπὸν ὅμιλον τόνδ᾽ ἀνελληνόστολον ἀνελληνόστολον Bothe: ἀνέλληνα στόλον codd. πέπλοισι βαρβάροισι καὶ πυκνώμασι χλίοντα προσφωνοῦμεν; οὐ προσφωνοῦμεν; οὐ Robortello: προσφωνουμένου M G γὰρ Ἀργολὶς ἐσθὴς γυναικῶν οὐδ᾽ ἀφ᾽ Ἑλλάδος τόπων. ὅπως δὲ χώραν οὔτε οὔτε Hermann: οὐδὲ codd. κηρύκων ὕπο, ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν ἔτλητ᾽ ἀτρέστως, ἀτρέστως Sophianus: ἀκρέστως codd. τοῦτο θαυμαστὸν πέλει. κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων κεῖνται παρ᾽ ὑμῖν πρὸς θεοῖς ἀγωνίοις: μόνον τόδ᾽ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ. καὶ τἄλλα πόλλ᾽ ἔτ᾽ εἰκάσαι ἔτ᾽ εἰκάσαι Martin: ἐπεικάσαι codd. δίκαιον ἦν, εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν. Χορος εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον. ἐγὼ δὲ πρός σε πότερον ὡς ἔτην λέγω, ἢ τηρὸν ἢ τηρὸν ex ἤτηρον ut videtur factum M Ἑρμοῦ ῥάβδον, Ἑρμοῦ ῥάβδον ex coniect. m: ἡερου ῥάβδον M fortasse ἱερόραβδον Schütz ἢ πόλεως ἀγόν; Βασιλευς πρὸς ταῦτ᾽ ἀμείβου καὶ λέγ᾽ εὐθαρσὴς λέγ᾽ εὐθαρσὴς Turnebus: λέγετ᾽ εὐθαρσεῖς codd. ἐμοί. τοῦ γηγενοῦς γάρ εἰμ᾽ ἐγὼ Παλαίχθονος ἶνις Πελασγός, Πελασγός Canter: πελασγοῦ codd. τῆσδε γῆς ἀρχηγέτης. ἐμοῦ δ᾽ ἄνακτος εὐλόγως ἐπώνυμον γένος Πελασγῶν τήνδε καρποῦται χθόνα. καὶ πᾶσαν αἶαν, ἧς αἶαν ἧς ex scholio Turnebus: αἴδνης codd. δι᾽ ἁγνὸς δι᾽ ἁγνὸς Wordsworth: δίαλγος M: δι᾽ ἄλγος G P ἔρχεται Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ. ὁρίζομαι δὲ τήν τε τήν τε Stanley: τῆνδε M Περραιβῶν χθόνα, Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας, ὄρη τε Δωδωναῖα: συντέμνει δ᾽ ὅρος ὑγρᾶς θαλάσσης: τῶνδε τἀπὶ τάδε τἀπὶ τάδε Canter: τ᾽ ἄπειτα δὲ M κρατῶ. αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν. Ἆπις Ἆπις Turnebus: ἄπις codd. γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα