πνεύματος εἶσι χειμών. Δαναος nomen Δα. praescripsit Scaliger: πρ᾽ (i. e. πρεσβύτης ut m) codd. παῖδες, φρονεῖν χρή: ξὺν φρονοῦντι δ᾽ ἥκετε ἥκετε Porson: ἵκετε codd. πιστῷ γέροντι τῷδε ναυκλήρῳ πατρί. καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβὼν λαβὼν Wordsworth: λαβεῖν codd. αἰνῶ φυλάξαι τἄμ᾽ ἔπη δελτουμένας. ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ: σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι: ὄχλον δ᾽ ὑπασπιστῆρα καὶ δορυσσόον λεύσσω, ξὺν ἵπποις καμπύλοις τ᾽ ὀχήμασιν: τάχ᾽ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται ὀπτῆρες εἶεν ἀγγέλων πεπυσμένοι. ἀλλ᾽ εἴτ᾽ ἀπήμων εἴτε καὶ τεθηγμένος τεθηγμένος Pearson: τεθειμένος M G ὠμῇ ξὺν ὀργῇ τόνδ᾽ ἐπόρνυται στόλον, ἄμεινόν ἐστι παντὸς εἵνεκ᾽, ὦ κόραι, πάγον προσίζειν τόνδ᾽ τόνδ᾽ Turnebus: τῶνδ᾽ codd. ἀγωνίων θεῶν. κρείσσων δὲ πύργου βωμός, ἄρρηκτον σάκος. ἀλλ᾽ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς ἱκτηρίας, ἱκτηρίας Victorius: ἱκετηρίας codd. ἀγάλματ᾽ αἰδοίου Διός, σεμνῶς σεμνῶς m G: σεμνὸς M ἔχουσαι διὰ χερῶν εὐωνύμων, εὐωνύμων ex schol. Auratus: συνωνύμων codd. αἰδοῖα καὶ γοεδνὰ γοέδνα (pravo accentu) Robortello: γοειδηα M καὶ ζαχρεῖ᾽ ζαχρεῖ᾽ Geel, Bamberger: τὰ χρέα codd. ἔπη ξένους ἀμείβεσθ᾽, ὡς ἐπήλυδας πρέπει, τορῶς λέγουσαι τάσδ᾽ ἀναιμάκτους φυγάς. φθογγῇ φθογγῇ Pauw: φθογγὴ codd. δ᾽ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ, τὸ μὴ μάταιον δ᾽ ἐκ σεσωφρονισμένων σεσωφρονισμένων Dindorf: μετώπω σωφρονῶν M ἴτω προσώπων ὄμματος παρ᾽ ἡσύχου. καὶ μὴ πρόλεσχος μηδ᾽ ἐφολκὸς ἐν λόγῳ γένῃ: τὸ τῇδε κάρτ᾽ ἐπίφθονον γένος. μέμνησο δ᾽ εἴκειν: χρεῖος εἶ ξένη εἶ ξένη Sophianus: εἶξεν ἡ codd. φυγάς. θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας. Χορος πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις.