ὑποδέξασθε <δ᾽ δ᾽ add. Heath: ὑποδέξασθ᾽ codd. > ὀπαδοὶ μέλος: μέλος Legrand: μένος codd. αἶνος αἶνος Robortello: αἰνὸς M δὲ πόλιν τάνδε Πελασγῶν ἐχέτω, μηδ᾽ ἔτι Νείλου προχοὰς προχοὰς Robortello: πρὸς χοὰς codd. σέβωμεν ὕμνοις: Χορός <Δαναΐδων> ποταμοὺς δ᾽ οἳ διὰ χώρας θελεμὸν θελεμὸν MGE: θαλερὸν P πῶμα χέουσιν πολύτεκνοι, λιπαροῖς χεύμασι γαίας τόδε μειλίσσοντες μειλίσσοντες Pauw: μελίσσοντες codd. οὖδας. ἐπίδοι δ᾽ Ἄρτεμις ἁγνὰ στόλον οἰκτιζομένα, μηδ᾽ ὑπ᾽ ἀνάγκας γάμος ἔλθοι ἔλθοι P: ἔλθει M Κυθερείας: στυγερῶν στυγερῶν Hermann: στύγειον codd. πέλοι τόδ᾽ ἆθλον. <Χορός Θεραπαινῶν> Κύπριδος <δ᾽ δ᾽ add. Pauw > οὐκ ἀμελεῖ θεσμὸς ὅδ᾽ εὔφρων. δύναται γὰρ Διὸς ἄγχιστα σὺν Ἥρᾳ: τίεται δ᾽ αἰολόμητις θεὸς ἔργοις ἐπὶ σεμνοῖς. μετάκοινοι δὲ δὲ P: δ᾽ αἱ M G φίλᾳ ματρὶ πάρεισιν Πόθος <ᾇ ᾇ add. Wellauer > τ᾽ οὐδὲν ἄπαρνον τελέθει θέλκτορι θέλκτορι Bothe: θεάκτορι M G P Πειθοῖ. πειθοῖ P: πιθοῖ M δέδοται δ᾽ Ἁρμονίᾳ μοῖρ᾽ Ἀφροδίτας ψεδυραὶ ψεδυραὶ Scaliger: ψεδυρα (sine acc. et θ supra δ scr.) M τρίβοι τ᾽ ἐρώτων. <Χορός Θεραπαινῶν> φυγάδεσσιν φυγάδεσσιν Burges: φυγάδες codd. δ᾽ ἐπιπνοίας ἐπιπνοίας Turnebus: ἐπιπνοίᾳ M E κακά τ᾽ ἄλγη πολέμους θ᾽ αἱματόεντας προφοβοῦμαι. τί ποτ᾽ εὔπλοιαν ἔπραξαν ταχυπόμποισι διωγμοῖς; ὅ τί τοι μόρσιμόν ἐστιν, τὸ γένοιτ᾽ ἄν.