<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="995">οὐδʼ ὅστις, σύριγγι κερώνυχα Πᾶνα γεραίρων,</l><pb n="166"/><l n="996">μήλοις ἀγραύλοισιν ἐφέσπεται· οὐδὲ μὲν ὕλην</l><l n="997">παντοίην φυτοεργὸς ἀνὴρ ἀθερίσσατο καρπῶν,</l><l n="998">τοίη ἐπεὶ κείνης ἄροσις πέλει, ἐν μὲν ἀέξειν</l><l n="999">ποίην, ἐν δέ νομοὺς εὐανθέας, ἐν δὲ καὶ ἀνδρῶν</l><l n="1000">φύτλην καλλίστην τε καὶ ἀθανάτοισιν ὁμοίην.</l><l n="1001">Τῆς μέν πρὸς βορέην λιπαρὴν χθόνα ναιετάουσιν</l><l n="1002">ἀνέρες Ἀρμένιοί τε καὶ ἀγχέμαχοι Ματιηνοί,</l><l n="1003">οὔρεσι κεκλιμένοι, ποταμοῦ πρόπαρ Εὐφρήταο, πᾶσαν</l><l n="1004">πίονες ἀφνειοί τε καὶ Ἄρεος εὖ δεδαῶτες.</l><l n="1005">Πρὸς δὲ νότον Βαβυλὼν ἱερὴ πόλις, ἥν ῥά τε</l><l n="1006">τείχεσιν ἁρραγέεσσι Σεμίραμις ἐστεφάνωσεν·</l><l n="1007">αὐτὰρ ἐπʼ ἀκροπόληι μέγαν δόμον εἵσατο Βήλῳ,</l><l n="1008">χρσσῷ τʼ ἡδʼ ἐλέφαντι καὶ ἀργύρῳ ἀσκήσασα.</l><l n="1009">Καὶ τῆς τοι πεδίον περιώσιον, ἔνθα τε πολλοὶ</l><l n="1010">ἀκρόκομοι φοίνικες ἐπηρεφέες πεφύασιν.</l></div></body></text></TEI>