οὐδʼ ὅστις, σύριγγι κερώνυχα Πᾶνα γεραίρων, μήλοις ἀγραύλοισιν ἐφέσπεται· οὐδὲ μὲν ὕλην παντοίην φυτοεργὸς ἀνὴρ ἀθερίσσατο καρπῶν, τοίη ἐπεὶ κείνης ἄροσις πέλει, ἐν μὲν ἀέξειν ποίην, ἐν δέ νομοὺς εὐανθέας, ἐν δὲ καὶ ἀνδρῶν φύτλην καλλίστην τε καὶ ἀθανάτοισιν ὁμοίην. Τῆς μέν πρὸς βορέην λιπαρὴν χθόνα ναιετάουσιν ἀνέρες Ἀρμένιοί τε καὶ ἀγχέμαχοι Ματιηνοί, οὔρεσι κεκλιμένοι, ποταμοῦ πρόπαρ Εὐφρήταο, πᾶσαν πίονες ἀφνειοί τε καὶ Ἄρεος εὖ δεδαῶτες. Πρὸς δὲ νότον Βαβυλὼν ἱερὴ πόλις, ἥν ῥά τε τείχεσιν ἁρραγέεσσι Σεμίραμις ἐστεφάνωσεν· αὐτὰρ ἐπʼ ἀκροπόληι μέγαν δόμον εἵσατο Βήλῳ, χρσσῷ τʼ ἡδʼ ἐλέφαντι καὶ ἀργύρῳ ἀσκήσασα. Καὶ τῆς τοι πεδίον περιώσιον, ἔνθα τε πολλοὶ ἀκρόκομοι φοίνικες ἐπηρεφέες πεφύασιν.