<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="991">ἐν πᾶσιν ποταμοῖσι θοώτερον ἄλλον ἶδοιο.</l><l n="992">Ὅσσῃ δʼ Εὐφρήτου καὶ Τίγριος ἔνδοθι γαῖα,</l><l n="993">τήνδε περικτίονες μέσσην ποταμῶν ἐνέπουσιν.</l><l n="994">Οὐ μέντοι κείνης γε νομοὺς ὠνόσσατο βούτης,</l><l n="995">οὐδʼ ὅστις, σύριγγι κερώνυχα Πᾶνα γεραίρων,</l><pb n="166"/><l n="996">μήλοις ἀγραύλοισιν ἐφέσπεται· οὐδὲ μὲν ὕλην</l><l n="997">παντοίην φυτοεργὸς ἀνὴρ ἀθερίσσατο καρπῶν,</l><l n="998">τοίη ἐπεὶ κείνης ἄροσις πέλει, ἐν μὲν ἀέξειν</l><l n="999">ποίην, ἐν δέ νομοὺς εὐανθέας, ἐν δὲ καὶ ἀνδρῶν</l><l n="1000">φύτλην καλλίστην τε καὶ ἀθανάτοισιν ὁμοίην.</l><l n="1001">Τῆς μέν πρὸς βορέην λιπαρὴν χθόνα ναιετάουσιν</l><l n="1002">ἀνέρες Ἀρμένιοί τε καὶ ἀγχέμαχοι Ματιηνοί,</l><l n="1003">οὔρεσι κεκλιμένοι, ποταμοῦ πρόπαρ Εὐφρήταο, πᾶσαν</l><l n="1004">πίονες ἀφνειοί τε καὶ Ἄρεος εὖ δεδαῶτες.</l><l n="1005">Πρὸς δὲ νότον Βαβυλὼν ἱερὴ πόλις, ἥν ῥά τε</l><l n="1006">τείχεσιν ἁρραγέεσσι Σεμίραμις ἐστεφάνωσεν·</l><l n="1007">αὐτὰρ ἐπʼ ἀκροπόληι μέγαν δόμον εἵσατο Βήλῳ,</l><l n="1008">χρσσῷ τʼ ἡδʼ ἐλέφαντι καὶ ἀργύρῳ ἀσκήσασα.</l><l n="1009">Καὶ τῆς τοι πεδίον περιώσιον, ἔνθα τε πολλοὶ</l><l n="1010">ἀκρόκομοι φοίνικες ἐπηρεφέες πεφύασιν.</l><l n="1011">Ναὶ μὴν καὶ χρυσοῖο φέρει χαριέστερον ἄλλο,</l><l n="1012">ὑγρῆς βηρύλλου γλαυκὴν λίθον, ἣ περὶ χῶρον</l><l n="1013">φύεται ἐν προβολῆς ὀφιήτιδος ἔνδοθι πέτρης.</l><l n="1014">Αὐτὰρ ὁπὲρ Βαβυλῶνος ἐπὶ πνοιὴν βορέαο</l><l n="1015">Κισσοὶ Μεσσαβάται τε Χαλωνῖταί τε νέμονται·</l><pb n="167"/><l n="1016">ἀλλʼ ὁπότʼ Ἀρμενίων ὀρέων προπάροιθεν ὁδεύσῃς</l><l n="1017"> εἰς αὐγὰς, τότʼ ἔπειτα τὰ Μηδικὰ τέμπεα δήεις.</l><l n="1018">Τῶν πρὸς μέν βορέην ἐριθηλέα γαῖαν ἔχουσι</l><l n="1019">Τηλοί τε Μάρδοι τε καὶ ἀνέρες Ἀτροπατηνοί.</l><l n="1020">Πρὸς δὲ νότον ναίουσιν ἀγαυῶν ἔθνεα Μήδων,</l></div></body></text></TEI>