<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="979">μακρὸς ἐπὶ νότον εἶσι, πάλιν δʼ, ἀγκῶνας ἑλίξας,</l><l n="980">ἄντκν ἠελίοιο μέσην Βαβυλῶνα περήσας,</l><l n="981">Περσίδος εἰς ἁλὸς οἶδμα θοὴν ἀπερεύγεται ἄχνην,</l><l n="982">ὑστατίῃς προχοῇσι Τερηδόνος ἐγγὺς ὁδεύων.</l><l n="983">Τὸν δὲ μέτʼ εἰς αὐγὰς ποταμῶν ὤκιστος ἁπάντων</l><l n="984">Τίγρις ἐϋρρείτης φορέει ῥόον ἶσον ἐλαύνων,</l><l n="985">τόσσον  ἄνευθεν  ἐὼν, ὅσον ἕβδομον ἦμαρ ὁδεύσας</l><l n="986">ἴφθιος καὶ κραιπνὸς ἀνὴρ ἀνύσειεν ὁδίτης.</l><pb n="165"/><l n="987">Ἔστι δέ τις κατὰ μέσσα περίτροχος ὕδασι λίμνη,</l><l n="988">οὕνομα Θωνῖτις, ἧς ἕλκεται ἐς μυχὰ Τίγρις,</l><l n="989">δύνων πολλὸν ἔνερθε· πάλιν δʼ ἐξαῦτις ἀνασχὼν,</l><l n="990">ὀξύτερον προΐησι κάτω ῥόον· οὐκ ἂν ἐκείνου</l><l n="991">ἐν πᾶσιν ποταμοῖσι θοώτερον ἄλλον ἶδοιο.</l><l n="992">Ὅσσῃ δʼ Εὐφρήτου καὶ Τίγριος ἔνδοθι γαῖα,</l><l n="993">τήνδε περικτίονες μέσσην ποταμῶν ἐνέπουσιν.</l><l n="994">Οὐ μέντοι κείνης γε νομοὺς ὠνόσσατο βούτης,</l></div></body></text></TEI>