μακρὸς ἐπὶ νότον εἶσι, πάλιν δʼ, ἀγκῶνας ἑλίξας, ἄντκν ἠελίοιο μέσην Βαβυλῶνα περήσας, Περσίδος εἰς ἁλὸς οἶδμα θοὴν ἀπερεύγεται ἄχνην, ὑστατίῃς προχοῇσι Τερηδόνος ἐγγὺς ὁδεύων. Τὸν δὲ μέτʼ εἰς αὐγὰς ποταμῶν ὤκιστος ἁπάντων Τίγρις ἐϋρρείτης φορέει ῥόον ἶσον ἐλαύνων, τόσσον ἄνευθεν ἐὼν, ὅσον ἕβδομον ἦμαρ ὁδεύσας ἴφθιος καὶ κραιπνὸς ἀνὴρ ἀνύσειεν ὁδίτης. Ἔστι δέ τις κατὰ μέσσα περίτροχος ὕδασι λίμνη, οὕνομα Θωνῖτις, ἧς ἕλκεται ἐς μυχὰ Τίγρις, δύνων πολλὸν ἔνερθε· πάλιν δʼ ἐξαῦτις ἀνασχὼν, ὀξύτερον προΐησι κάτω ῥόον· οὐκ ἂν ἐκείνου ἐν πᾶσιν ποταμοῖσι θοώτερον ἄλλον ἶδοιο. Ὅσσῃ δʼ Εὐφρήτου καὶ Τίγριος ἔνδοθι γαῖα, τήνδε περικτίονες μέσσην ποταμῶν ἐνέπουσιν. Οὐ μέντοι κείνης γε νομοὺς ὠνόσσατο βούτης,