<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="963">λυπρὸν ὀρεσκῴων παραφαίνεται οὖδας Ἐρεμβῶν,</l><l n="964">οἳ βίον ἐν πέτρῃσι κατωρυχέεσσιν ἔθεντο,</l><l n="965">γυμνοὶ καὶ κτεάνων ἐπιδευέες· ἀμφὶ δʼ ἄρα σφιν</l><l n="966">ἴδεϊ θαλπομένοισι μελαίνεται αὐαλέος χρώς·</l><l n="967">αὔτως δ᾿, οἱά τε θῆρες, ἀλώμενοι ἄλγεʼ ἔχουσιν,</l><l n="968">οὐχ ὡς ἁβροβίων Ἀράβων γένος· οὐ γὰρ ἐν ὄλβῳ</l><l n="969">ἴσην μοῖραν ἅπασιν ἐπ’ ἀνδράσι θήκατο δαίμων.</l><l n="970">Αὐτὰρ ὑπὲρ Λιβάνοιο πρὸς αὐγὰς ἠελίοιο</l><l n="971">ης Συρίης δολιχὴ μηκύνεται αἶα,</l><l n="972">ἑλκομένη καὶ μέχρις ἁλικλύστοιο Σινώπης·</l><l n="973">τῆς δʼ ἤτοι μέσσης μὲν ἐπʼ ἠπείροιο βαθείης</l><l n="974">Καππαδόκαι ναίουσι, δαήμονες ἱπποσυνάων,</l><l n="975">Ἀσσύριοι δʼ ἁλὸς ἄγχι παρὰ στόμα Θερμώδοντος.</l><l n="976">Τῆς δὲ πρὸς ἀντολίην ὀρέων ἀπὸ παιπαλοέντων</l><l n="977">φαίνετʼ ἀπειρεσίου ποταμοῦ ῥόος Εὐφρήταο,</l><l n="978">ὃς δʼ ἤτοι πρῶτον μὲν ἀπʼ οὔρεος Ἀρμενίοιο</l></div></body></text></TEI>