<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="947">κισσῷ δʼ ἱμερόεντι καλὰς ἔστεψεν ἐθείρας,</l><l n="948">ἀκροχάλιξ δʼ οἴνῳ πλεκτοὺς ἀνεσείσατο θύρσους,</l><l n="949">μειδιόων, καὶ πολλὸν ἐπ’ ἀνδράσιν ὄλβον ἔχευεν.</l><pb n="163"/><l n="950">Τοὔνεκεν εἰσέτι νῦν λιβάνῳ κομόωσιν ἄρουραι,</l><l n="951">οὔρεα δὲ χρυσῷ, ποταμοὶ δʼ ἑτέρωθι θυηλαῖς</l><l n="952">αὐτοὶ δʼ ἐνναέται μάλα πίονα δῆμον ἔχουσι,</l><l n="953">χροσείοις πέπλοισιν ἀγαλλόμενοι μαλακοῖσιν·</l><l n="954">ἀλλʼ ἤτοι πρῶτοι μὲν ὑπὲρ κλιτὺν Λιβάνοιο</l><l n="955">ἀφνειοὶ ναίουσιν ἐπωνυμίην Ναβαταῖοι·</l><l n="956">ἄγχι δὲ Χαυλάσιοί τε καὶ Ἀγρέες, οἷς ἔπι γαῖα</l><l n="957">Χατραμὶς ἐνναίει κατεναντία Περσίδος αἴης. </l><l n="958">Αὐτὰρ Ἐρθθρκάης πλευρὸν ναίουσι θαλάσσης</l><l n="959">Μινναῖοί τε Σάβαι τε καὶ ἀγχίγυοι Κλεταβηνοί.</l><l n="960">Τόσσα μὲν Ἀραβίην περιώσια φῦλα νέμονται·</l><l n="961">ἄλλα δέ τοι καὶ πλεῖστα περι πρὸ γάρ ἐστιμεγίστη.</l><l n="962">Τῆς δὲ πρὸς ἀντιπέραιαν ὑπαὶ ῥιπὴν ζεφύροιο</l></div></body></text></TEI>