κισσῷ δʼ ἱμερόεντι καλὰς ἔστεψεν ἐθείρας, ἀκροχάλιξ δʼ οἴνῳ πλεκτοὺς ἀνεσείσατο θύρσους, μειδιόων, καὶ πολλὸν ἐπ’ ἀνδράσιν ὄλβον ἔχευεν. Τοὔνεκεν εἰσέτι νῦν λιβάνῳ κομόωσιν ἄρουραι, οὔρεα δὲ χρυσῷ, ποταμοὶ δʼ ἑτέρωθι θυηλαῖς αὐτοὶ δʼ ἐνναέται μάλα πίονα δῆμον ἔχουσι, χροσείοις πέπλοισιν ἀγαλλόμενοι μαλακοῖσιν· ἀλλʼ ἤτοι πρῶτοι μὲν ὑπὲρ κλιτὺν Λιβάνοιο ἀφνειοὶ ναίουσιν ἐπωνυμίην Ναβαταῖοι· ἄγχι δὲ Χαυλάσιοί τε καὶ Ἀγρέες, οἷς ἔπι γαῖα Χατραμὶς ἐνναίει κατεναντία Περσίδος αἴης. Αὐτὰρ Ἐρθθρκάης πλευρὸν ναίουσι θαλάσσης Μινναῖοί τε Σάβαι τε καὶ ἀγχίγυοι Κλεταβηνοί. Τόσσα μὲν Ἀραβίην περιώσια φῦλα νέμονται· ἄλλα δέ τοι καὶ πλεῖστα περι πρὸ γάρ ἐστιμεγίστη. Τῆς δὲ πρὸς ἀντιπέραιαν ὑπαὶ ῥιπὴν ζεφύροιο