Πίζα δέ τοι νοτίη, τετραμμένη ἀντολίηνδε, κλύζετʼ Ἐρυθραίοις ὕπο κύμασιν Ὠκεανοῖο. Καὶ τῆς τοι θέσιας μυθήσομαι· ἔξοχα γάρ μιν πασάων πολύολβα καὶ ἀγλαὰ φῦλα νέμονται. Ἄλλο δέ τοι καὶ θαῦμα μέγ ἔξοχον ἔλλαχ ἐκείνη· αἰεὶ κηώεσσα θύοις ὕπο λαρὸν ὄδωδεν ἢ θύου ἢ σμύρνης εὐώδεος ἢ καλάμοιο ἢ καὶ θεσπεσίοιο πεπαινομένου λιβάνοιο ἢ κασίης· ἐτεὸν γὰρ ἀνὰ χθόνα λύσατο κείνην Ζεὺς αὐτὸς Διόνυσον ἐϋρραφέος παρὰ μηροῦ· τῷ καὶ γεινομένῳ κηώδεα φύετο πάντα. Μῆλα δὲ καὶ τῆμος λασίοις ἐβαρύνετο μαλλοῖς ἐν νομῷ, αὐτόματοι δέ κατέρρεον ὕδασι λίμναι ὄρνιθες δʼ ἑτέρωθεν ἀοικήτων ἀπὸ νήσων ἦλθον φύλλα φέροντες ἀκηρασίων κιναμώμων. Αὐτὰρ ὁ νεβρίδας μὲν ἐπωμαδίας ἐτάνυσσε, κισσῷ δʼ ἱμερόεντι καλὰς ἔστεψεν ἐθείρας, ἀκροχάλιξ δʼ οἴνῳ πλεκτοὺς ἀνεσείσατο θύρσους, μειδιόων, καὶ πολλὸν ἐπ’ ἀνδράσιν ὄλβον ἔχευεν. Τοὔνεκεν εἰσέτι νῦν λιβάνῳ κομόωσιν ἄρουραι, οὔρεα δὲ χρυσῷ, ποταμοὶ δʼ ἑτέρωθι θυηλαῖς αὐτοὶ δʼ ἐνναέται μάλα πίονα δῆμον ἔχουσι, χροσείοις πέπλοισιν ἀγαλλόμενοι μαλακοῖσιν· ἀλλʼ ἤτοι πρῶτοι μὲν ὑπὲρ κλιτὺν Λιβάνοιο ἀφνειοὶ ναίουσιν ἐπωνυμίην Ναβαταῖοι· ἄγχι δὲ Χαυλάσιοί τε καὶ Ἀγρέες, οἷς ἔπι γαῖα Χατραμὶς ἐνναίει κατεναντία Περσίδος αἴης. Αὐτὰρ Ἐρθθρκάης πλευρὸν ναίουσι θαλάσσης Μινναῖοί τε Σάβαι τε καὶ ἀγχίγυοι Κλεταβηνοί. Τόσσα μὲν Ἀραβίην περιώσια φῦλα νέμονται·