<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="931">Πίζα δέ τοι νοτίη, τετραμμένη ἀντολίηνδε,</l><l n="932">κλύζετʼ Ἐρυθραίοις ὕπο κύμασιν Ὠκεανοῖο.</l><l n="933">Καὶ τῆς τοι θέσιας μυθήσομαι· ἔξοχα γάρ μιν</l><l n="934">πασάων πολύολβα καὶ ἀγλαὰ φῦλα νέμονται.</l><l n="935">Ἄλλο δέ τοι καὶ θαῦμα μέγ ἔξοχον ἔλλαχ ἐκείνη·</l><l n="936">αἰεὶ κηώεσσα θύοις ὕπο λαρὸν ὄδωδεν</l><l n="937">ἢ θύου ἢ σμύρνης εὐώδεος ἢ καλάμοιο</l><l n="938">ἢ καὶ θεσπεσίοιο πεπαινομένου λιβάνοιο</l><l n="939">ἢ κασίης· ἐτεὸν γὰρ ἀνὰ χθόνα λύσατο κείνην</l><l n="940">Ζεὺς αὐτὸς Διόνυσον ἐϋρραφέος παρὰ μηροῦ·</l><l n="941">τῷ καὶ γεινομένῳ κηώδεα φύετο πάντα.</l><l n="942">Μῆλα δὲ καὶ τῆμος λασίοις ἐβαρύνετο μαλλοῖς</l><l n="943">ἐν νομῷ, αὐτόματοι δέ κατέρρεον ὕδασι λίμναι</l><l n="944">ὄρνιθες δʼ ἑτέρωθεν ἀοικήτων ἀπὸ νήσων</l><l n="945">ἦλθον φύλλα φέροντες ἀκηρασίων κιναμώμων.</l><l n="946">Αὐτὰρ ὁ νεβρίδας μὲν ἐπωμαδίας ἐτάνυσσε,</l></div></body></text></TEI>