<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="915">Λαοδίκην θ᾿, ἣ κεῖται ἐπʼ ἠιόνεσσι θαλάσσης,</l><l n="916">καὶ Ποσιδήια ἔργα καὶ ἱερὰ τέμπεα Δάφνης,</l><l n="917"><supplied reason="omitted" cert="low">ᾗχί περ Ἀντιόχοιο ἐπώνυμος Ἀντιόχεια.</supplied></l><l n="918">Αὐτὰρ ἐνὶ μέσσῃσιν Ἀπαμείης πτολίεθρον·</l><l n="919">τῆς δὲ πρὸς ἀντολίην κατασύρεται ὑγρὸς Ὀρόντης,</l><l n="920">ἄσπετος, Ἀντιόχοιο μέσην διὰ γαῖαν ὁρίζων.</l><l n="921">Πᾶσα δέ τοι λιπαρή τε καὶ εὔβοτος ἔπλετο χώρη,</l><l n="922">μῆλά τε φερβέμεναι καὶ δένδρεσι καρπὸν ἀέξειν.</l><l n="923">Τῆς δʼ ἂν ἴδοις προτέρω, νοτιώτερον οἶμον ὁδεύων,</l><l n="924">Ἀραβίου κόλπου μύχατον πόρον, ὅστε μεσηγὺ</l><l n="925">εἱλεῖται  Συρίης τε καὶ Ἀραβίης  ἐρατεινῆς,</l><l n="926">τυτθὸν ἐπ᾿  ἀντολίην τετραμμένος, ἄχρις Ἐλάνων.</l><pb n="162"/><l n="927">Κεῖθεν δʼ ὀλβίστων Ἀράβων παρακέκλιται αἶα,</l><l n="928">πολλὸν ἀνερχομένη, δισσῇ ζωσθεῖσα θαλάσσῃ,</l><l n="929">Περσίδι τʼ Ἀραβίῃτʼ ·ἄνεμον δέ τοι ἔλλαχ᾿  ἑκάστη,</l><l n="930">Ἀραβίη ζέφυρον, Περσὶς δʼ εὔροιο κελεύθους.</l></div></body></text></TEI>