Λαοδίκην θ᾿, ἣ κεῖται ἐπʼ ἠιόνεσσι θαλάσσης, καὶ Ποσιδήια ἔργα καὶ ἱερὰ τέμπεα Δάφνης, ᾗχί περ Ἀντιόχοιο ἐπώνυμος Ἀντιόχεια. Αὐτὰρ ἐνὶ μέσσῃσιν Ἀπαμείης πτολίεθρον· τῆς δὲ πρὸς ἀντολίην κατασύρεται ὑγρὸς Ὀρόντης, ἄσπετος, Ἀντιόχοιο μέσην διὰ γαῖαν ὁρίζων. Πᾶσα δέ τοι λιπαρή τε καὶ εὔβοτος ἔπλετο χώρη, μῆλά τε φερβέμεναι καὶ δένδρεσι καρπὸν ἀέξειν. Τῆς δʼ ἂν ἴδοις προτέρω, νοτιώτερον οἶμον ὁδεύων, Ἀραβίου κόλπου μύχατον πόρον, ὅστε μεσηγὺ εἱλεῖται Συρίης τε καὶ Ἀραβίης ἐρατεινῆς, τυτθὸν ἐπ᾿ ἀντολίην τετραμμένος, ἄχρις Ἐλάνων. Κεῖθεν δʼ ὀλβίστων Ἀράβων παρακέκλιται αἶα, πολλὸν ἀνερχομένη, δισσῇ ζωσθεῖσα θαλάσσῃ, Περσίδι τʼ Ἀραβίῃτʼ ·ἄνεμον δέ τοι ἔλλαχ᾿ ἑκάστη, Ἀραβίη ζέφυρον, Περσὶς δʼ εὔροιο κελεύθους.