<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="91">ναὶ μὴν καὶ τετάνυσιαι Ἰηπυγίην ἐπὶ γαῖαν.</l><pb n="109"/><l n="92">Κεῖθεν δʼ εὐρυνθεῖσα τιταίνεται Ἀδριὰς ἅλμη</l><l n="93">πρὸς βορέην, αὖθις δὲ πρὸς ἐσπέριον μυχὸν ἕρπει,</l><l n="94">ἥντε καὶ Ἰονίην περιναιέται ηὐδάξαντο.</l><l n="95">Δισσὰς δʼ ἠπείρους ἐπερεύγεται· ἐς μέν ἰόντι</l><l n="96">δεξιτερὴν κατὰ χεῖρα φαείνεται Ἰλλυρὶς αἶα,</l><l n="97">Δαλματίη δʼ ἐφύπερθεν, ἐνυαλίων πέδον ἀνδρῶν·</l><l n="98">σκαιῆ δʼ Αὐσονίων παραπέπταται ἄσπετος ἰσθμός,</l><l n="99">πουλυτενὴς, τρισσῇσι περίδρομος ἀμφιτρίτῃς,</l><l n="100">Τυρσηνῇ Σικελῇ τε καὶ Ἀδριάδι πληθούσῃ·</l><l n="101">ἡ μία δʼ εἰς ἄνεμον τεκμαίρεται ὁλκὸν ἑκάστη,</l><l n="102">Τυρσηνὴ ζέφυρον, Σικελὴ νότον, Ἀδριὰς εὖρον.</l><l n="103">Αὐτὰρ ὑπὲρ Σικελῆς χθονὸς ἕλκεται οἶδμα κορύσσων</l><l n="104">Λιβύης,νοτίην περὶ Σύρτιν ἑλίσσων</l><l n="105">τὴν ἑτέρην, ἥνπερ τε καὶ εὐρυτέρην ἐνέπουσιν·</l><l n="106">ἄλλη δ᾿, τις ἀφαυρὸν ἔχει πόρον, ἔνδον ἐοῦσα,</l><l n="107">τηλόθεν ἐρχομένην δέχεται πλημμύριδα πόντου.</l><l n="108">Ὣς οἱ μὲν βοόωσιν ἑλισσόμενοι δύο κόλποι·</l><l n="109">ἐκ δὲ ῥόων Σικελῶν Κρήτης ἀναπέπταται οἶδμα</l><l n="110">μακρὸν ἐπ’ ἀντολίην Σαλμωνίδος ἄχρι καρήνου,</l><l n="111">ἣν Κρήτης ἐνέπουσιν ἑώϊον ἔμμεναι ἄκρην.</l><pb n="110"/><l n="112">Δοιαὶ δʼ ἑξείης προτέρω φρίσσουσι θάλασσαι,</l><l n="113">Ἰσμαρικοῦ πνοιῇσιν ἐλαυνόμεναι βορέαο,</l><l n="114">ὀρθὸν φυσιόωντος, ἐπεὶ κατεναντία κεῖνται·</l><l n="115">ναῦται δὲ πρώτην Φαρίην ἅλα κικλήσκουσιν,</l><l n="116">ὕστατον ἐς πρηῶνα τιταινομένην Κασίοιο·</l><l n="117">Σιδονίην δʼ ἑτέρην, ὅθι τείνεται ἐς μυχὰ γαίῃς</l><l n="118">Ἰσσοῦ ἄχρι πτόλιος, Κιλίκων χώρην παραμείβων,</l><l n="119">Ἰσσικὸς ἑλκόμενος βορέην ἔπι κόλπος ἀπείρων,</l><l n="120">οὐ μὲν πολλὸν ἄνευθεν ἰσόδρομος· ἄγχι γὰρ ἤδη</l></div></body></text></TEI>