ναὶ μὴν καὶ τετάνυσιαι Ἰηπυγίην ἐπὶ γαῖαν. Κεῖθεν δʼ εὐρυνθεῖσα τιταίνεται Ἀδριὰς ἅλμη πρὸς βορέην, αὖθις δὲ πρὸς ἐσπέριον μυχὸν ἕρπει, ἥντε καὶ Ἰονίην περιναιέται ηὐδάξαντο. Δισσὰς δʼ ἠπείρους ἐπερεύγεται· ἐς μέν ἰόντι δεξιτερὴν κατὰ χεῖρα φαείνεται Ἰλλυρὶς αἶα, Δαλματίη δʼ ἐφύπερθεν, ἐνυαλίων πέδον ἀνδρῶν· σκαιῆ δʼ Αὐσονίων παραπέπταται ἄσπετος ἰσθμός, πουλυτενὴς, τρισσῇσι περίδρομος ἀμφιτρίτῃς, Τυρσηνῇ Σικελῇ τε καὶ Ἀδριάδι πληθούσῃ· ἡ μία δʼ εἰς ἄνεμον τεκμαίρεται ὁλκὸν ἑκάστη, Τυρσηνὴ ζέφυρον, Σικελὴ νότον, Ἀδριὰς εὖρον. Αὐτὰρ ὑπὲρ Σικελῆς χθονὸς ἕλκεται οἶδμα κορύσσων Λιβύης,νοτίην περὶ Σύρτιν ἑλίσσων τὴν ἑτέρην, ἥνπερ τε καὶ εὐρυτέρην ἐνέπουσιν· ἄλλη δ᾿, τις ἀφαυρὸν ἔχει πόρον, ἔνδον ἐοῦσα, τηλόθεν ἐρχομένην δέχεται πλημμύριδα πόντου. Ὣς οἱ μὲν βοόωσιν ἑλισσόμενοι δύο κόλποι· ἐκ δὲ ῥόων Σικελῶν Κρήτης ἀναπέπταται οἶδμα μακρὸν ἐπ’ ἀντολίην Σαλμωνίδος ἄχρι καρήνου, ἣν Κρήτης ἐνέπουσιν ἑώϊον ἔμμεναι ἄκρην. Δοιαὶ δʼ ἑξείης προτέρω φρίσσουσι θάλασσαι, Ἰσμαρικοῦ πνοιῇσιν ἐλαυνόμεναι βορέαο, ὀρθὸν φυσιόωντος, ἐπεὶ κατεναντία κεῖνται· ναῦται δὲ πρώτην Φαρίην ἅλα κικλήσκουσιν, ὕστατον ἐς πρηῶνα τιταινομένην Κασίοιο· Σιδονίην δʼ ἑτέρην, ὅθι τείνεται ἐς μυχὰ γαίῃς Ἰσσοῦ ἄχρι πτόλιος, Κιλίκων χώρην παραμείβων, Ἰσσικὸς ἑλκόμενος βορέην ἔπι κόλπος ἀπείρων, οὐ μὲν πολλὸν ἄνευθεν ἰσόδρομος· ἄγχι γὰρ ἤδη