<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="901">ἑσπερίου Κασίοιο καὶ ἠῴου Λιβάνοιο.</l><l n="902">Καὶ τὴν μὲν πολλοί τε καὶ ὄλβιοι ἄνδρες ἔχουσιν,</l><l n="903">οὐχ ἅμα ναιετάοντες ὁμώνυμοι, ἀλλὰ διαμφίς,</l><l n="904">οἱ μὲν ἐπʼ ἠπείρῳ, τοίπερ Σύριοι καλέονται,</l><l n="905">οἱ δʼ ἁλὸς ἐγγὺς ἐόντες, ἐπωγυμίην Φοίνικες,</l><pb n="160"/><l n="906">τῶν ἀνδρῶν γενεῆς, οἳ Ἐρυθραῖοι γεγάασιν,</l><l n="907">οἳ πρῶτοι νήεσσιν ἐπειρήσαντο θαλάσσης,</l><l n="908">πρῶτοι δʼ ἐμπορίης ἁλιδινέος ἐμνήσαντο,</l><l n="909">καὶ βαθὺν οὐρανίων ἄστρων πόρον ἐφράσσαντο·</l><l n="910">οἵτ’ Ἰόπην καὶ Γάζαν Ἐλαίδα τʼ ἐνναίουσι,</l><l n="911">καὶ Τύρον ὠγυγίην, Βηρυτοῦ τʼ αἶαν ἐραννήν,</l><l n="912">Εύβλον τʼ ἀγχίαλον καὶ Σιδῶνʼ ἀνθεμόεσσαν,</l><l n="913">ναιομένην χαρίεντος ἐφʼ ὕδασι Βοστρηνοῖο,</l><pb n="161"/><l n="914">καὶ Τρίπολιν λιπαρὴν, Ὀρθωσίδα τε Μάραθόν τε</l><l n="915">Λαοδίκην θ᾿, ἣ κεῖται ἐπʼ ἠιόνεσσι θαλάσσης,</l><l n="916">καὶ Ποσιδήια ἔργα καὶ ἱερὰ τέμπεα Δάφνης,</l><l n="917"><supplied reason="omitted" cert="low">ᾗχί περ Ἀντιόχοιο ἐπώνυμος Ἀντιόχεια.</supplied></l><l n="918">Αὐτὰρ ἐνὶ μέσσῃσιν Ἀπαμείης πτολίεθρον·</l><l n="919">τῆς δὲ πρὸς ἀντολίην κατασύρεται ὑγρὸς Ὀρόντης,</l><l n="920">ἄσπετος, Ἀντιόχοιο μέσην διὰ γαῖαν ὁρίζων.</l><l n="921">Πᾶσα δέ τοι λιπαρή τε καὶ εὔβοτος ἔπλετο χώρη,</l><l n="922">μῆλά τε φερβέμεναι καὶ δένδρεσι καρπὸν ἀέξειν.</l><l n="923">Τῆς δʼ ἂν ἴδοις προτέρω, νοτιώτερον οἶμον ὁδεύων,</l><l n="924">Ἀραβίου κόλπου μύχατον πόρον, ὅστε μεσηγὺ</l><l n="925">εἱλεῖται  Συρίης τε καὶ Ἀραβίης  ἐρατεινῆς,</l><l n="926">τυτθὸν ἐπ᾿  ἀντολίην τετραμμένος, ἄχρις Ἐλάνων.</l><pb n="162"/><l n="927">Κεῖθεν δʼ ὀλβίστων Ἀράβων παρακέκλιται αἶα,</l><l n="928">πολλὸν ἀνερχομένη, δισσῇ ζωσθεῖσα θαλάσσῃ,</l><l n="929">Περσίδι τʼ Ἀραβίῃτʼ ·ἄνεμον δέ τοι ἔλλαχ᾿  ἑκάστη,</l><l n="930">Ἀραβίη ζέφυρον, Περσὶς δʼ εὔροιο κελεύθους.</l></div></body></text></TEI>