<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="899">ἣν Κοίλην καλέουσιν ἐπώνυμον, οὕνεκ’ ἄρʼ αὐτὴν</l><l n="900">μέσσην καὶ χθαμαλὴν ὀρέων ὑπὸ πρῶνες ἔχουσιν,</l><l n="901">ἑσπερίου Κασίοιο καὶ ἠῴου Λιβάνοιο.</l><l n="902">Καὶ τὴν μὲν πολλοί τε καὶ ὄλβιοι ἄνδρες ἔχουσιν,</l><l n="903">οὐχ ἅμα ναιετάοντες ὁμώνυμοι, ἀλλὰ διαμφίς,</l><l n="904">οἱ μὲν ἐπʼ ἠπείρῳ, τοίπερ Σύριοι καλέονται,</l><l n="905">οἱ δʼ ἁλὸς ἐγγὺς ἐόντες, ἐπωγυμίην Φοίνικες,</l><pb n="160"/><l n="906">τῶν ἀνδρῶν γενεῆς, οἳ Ἐρυθραῖοι γεγάασιν,</l><l n="907">οἳ πρῶτοι νήεσσιν ἐπειρήσαντο θαλάσσης,</l><l n="908">πρῶτοι δʼ ἐμπορίης ἁλιδινέος ἐμνήσαντο,</l><l n="909">καὶ βαθὺν οὐρανίων ἄστρων πόρον ἐφράσσαντο·</l><l n="910">οἵτ’ Ἰόπην καὶ Γάζαν Ἐλαίδα τʼ ἐνναίουσι,</l><l n="911">καὶ Τύρον ὠγυγίην, Βηρυτοῦ τʼ αἶαν ἐραννήν,</l><l n="912">Εύβλον τʼ ἀγχίαλον καὶ Σιδῶνʼ ἀνθεμόεσσαν,</l><l n="913">ναιομένην χαρίεντος ἐφʼ ὕδασι Βοστρηνοῖο,</l><pb n="161"/><l n="914">καὶ Τρίπολιν λιπαρὴν, Ὀρθωσίδα τε Μάραθόν τε</l></div></body></text></TEI>