ἣν Κοίλην καλέουσιν ἐπώνυμον, οὕνεκ’ ἄρʼ αὐτὴν μέσσην καὶ χθαμαλὴν ὀρέων ὑπὸ πρῶνες ἔχουσιν, ἑσπερίου Κασίοιο καὶ ἠῴου Λιβάνοιο. Καὶ τὴν μὲν πολλοί τε καὶ ὄλβιοι ἄνδρες ἔχουσιν, οὐχ ἅμα ναιετάοντες ὁμώνυμοι, ἀλλὰ διαμφίς, οἱ μὲν ἐπʼ ἠπείρῳ, τοίπερ Σύριοι καλέονται, οἱ δʼ ἁλὸς ἐγγὺς ἐόντες, ἐπωγυμίην Φοίνικες, τῶν ἀνδρῶν γενεῆς, οἳ Ἐρυθραῖοι γεγάασιν, οἳ πρῶτοι νήεσσιν ἐπειρήσαντο θαλάσσης, πρῶτοι δʼ ἐμπορίης ἁλιδινέος ἐμνήσαντο, καὶ βαθὺν οὐρανίων ἄστρων πόρον ἐφράσσαντο· οἵτ’ Ἰόπην καὶ Γάζαν Ἐλαίδα τʼ ἐνναίουσι, καὶ Τύρον ὠγυγίην, Βηρυτοῦ τʼ αἶαν ἐραννήν, Εύβλον τʼ ἀγχίαλον καὶ Σιδῶνʼ ἀνθεμόεσσαν, ναιομένην χαρίεντος ἐφʼ ὕδασι Βοστρηνοῖο, καὶ Τρίπολιν λιπαρὴν, Ὀρθωσίδα τε Μάραθόν τε