Κεῖθι δʼ ἂν ἀθρήσειας ὑπειράλιον πτολίεθρον Ἄσπενδον, ποταμοῖο παρὰ ῥόον Εὐρυμέδοντος, ἔνθα συοκτονίῃσι Διωναίην ἱλάονται. Ἄλλαι δʼ ἑξείης Παμφυλίδες εἰσὶ πόληες, Κώρυκος Πέργη τε καὶ ἤνεμόεσσα Φάσηλις. Τῶν δὲ πρὸς ἀντολιην μεσάτην χθόνα ναιετάουσιν ἴδριες ἐν πολέμοισι Λυκάονες ἀγκυλότοξοι. Τοῖς δʼ ἔπι Πισιδέων λιπαρὸν πέδον, ἧχι πόληες γη. Τερμησσὸς Λύρβη τε καὶ ἣν ἐπολίσσατο λαὸς πρίν ποτʼ Ἀμυκλαίων μεγαλώνυμος ἐν χθονὶ Σέλ Κεῖθεν δʼ εἶς αὐγὰς σκολιὸν περιτέμνεται οἶμον πολλὸν ἔσω βεβαυῖα περίδρομος ἀμφιτρίτη, γείτων Εὐξείνοιο πολυκλύστοιο θαλάσσης. Κεῖνός τοι Κιλίκων περισύρεται ἔθνεα κόλπος μακρὸς ἐπʼ ἀντολίην· Ἀσίης δὲ στεινὰ καλεῦσιν. Καὶ τῶ μὲν πλεόνων ποταμῶν ἐπιμίσγεται ὕδωρ