<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="841">ὀρχεῦνται, θηητὸν ἑλισσόμεναι περὶ κύκλον,</l><l n="842">εὖτε Διωνύσοιο χοροστασίας τελέοιεν·</l><l n="843">σὺν καὶ παρθενικαὶ νεοθηλέες, οἷά τε νεβροί,</l><l n="844">σκαίρουσιν· τῇσιν δὲ περισμαραγεῦντες ἀῆται</l><l n="845">ἱμερτοὺς δονέουσιν ἐπὶ στήθεσσι χιτῶνας.</l><l n="846">Ἀλλὰ τὰ μὲν Λυδοῖσι μετʼ ἀνθρώποισι μέλονται</l><l n="847">πρὸς δʼ ἅλα κεκλιμένοι Λύκιοι χθόνα ναιετάουσι</l><l n="848">Ξάνθου ἐπὶ προχοῇσιν, ἐϋρρείτου ποταμοῖο·</l><l n="849">ἔνθα βαθυκρήμνοιο φαείνεται οὔρεα Ταύρου</l><l n="850">Παμφύλων καὶ μέχρι· Κράγον δέ ἑ φημίζουσιν.</l><l n="851">Κεῖθι δʼ ἂν ἀθρήσειας ὑπειράλιον πτολίεθρον</l><l n="852">Ἄσπενδον, ποταμοῖο παρὰ ῥόον Εὐρυμέδοντος,</l><l n="853">ἔνθα συοκτονίῃσι Διωναίην ἱλάονται.</l><l n="854">Ἄλλαι δʼ ἑξείης Παμφυλίδες εἰσὶ πόληες,</l><l n="855">Κώρυκος Πέργη τε καὶ ἤνεμόεσσα Φάσηλις.</l><pb n="157"/><l n="856">Τῶν δὲ πρὸς ἀντολιην μεσάτην χθόνα ναιετάουσιν</l><l n="857">ἴδριες ἐν πολέμοισι Λυκάονες ἀγκυλότοξοι.</l><l n="858">Τοῖς δʼ ἔπι Πισιδέων λιπαρὸν πέδον, ἧχι πόληες γη.</l><l n="859">Τερμησσὸς Λύρβη τε καὶ ἣν ἐπολίσσατο λαὸς</l><l n="860">πρίν ποτʼ Ἀμυκλαίων μεγαλώνυμος ἐν χθονὶ Σέλ</l><l n="861">Κεῖθεν δʼ εἶς αὐγὰς σκολιὸν περιτέμνεται οἶμον</l><l n="862">πολλὸν ἔσω βεβαυῖα περίδρομος ἀμφιτρίτη,</l><l n="863">γείτων Εὐξείνοιο πολυκλύστοιο θαλάσσης.</l><l n="864">Κεῖνός τοι Κιλίκων περισύρεται ἔθνεα κόλπος</l><l n="865">μακρὸς ἐπʼ ἀντολίην· Ἀσίης δὲ στεινὰ καλεῦσιν.</l><l n="866">Καὶ τῶ μὲν πλεόνων ποταμῶν ἐπιμίσγεται ὕδωρ</l><l n="867">τηλόθεν ἐρχομένων, Πυράμοιότε καὶ Πινάροιο,</l><l n="868">Κύδνου τε σκολιοῖο, μέσην διὰ Ταρσὸν ἰόντος,</l><l n="869">Ταρσὸν ἐϋκτιμένην, ὅθι δή ποτε Πήγασος ἵππος,</l><l n="870">ταρσὸν ἀφεὶς, χώρῳ λίπεν οὔνομκ, τῆμος ἀφ᾿ ἵππου</l></div></body></text></TEI>